[ ]
Lycia, W. — Xanthos (Kınık) — Rom. Imp. period
1 | Φίλιππον δὶς <τ>οῦ Ἑστιαίου Τλω- |
έα καὶ Ξάνθιον, ἄνδρα καλὸν καὶ | |
ἀγαθὸν ὑπάρχοντα διὰ προγό- | |
νων, καὶ κοινῇ ἐν τῷ ἔθνει καὶ κατὰ | |
5 | πόλιν δείγματα τῆς καλοκἀγαθίας |
δεδωκότα, τειμῆς δὲ καὶ ἀποδο- | |
χῆς καὶ παρὰ τοῖς δικαιοδόταις ἠ- | |
ξιωμένον, ἱερατεύσαντα τῶν Σε- | |
βαστῶν καὶ πλεῖστα εἰς τὴν ἱερωσύ̣- | |
10 | νην ἀνηλωκότα εἴς τε ἐπιδόσεις |
καὶ ἣν ἐτέλεσεν πανήγυριν δ̣α<π>α̣- | |
νηρῶς καὶ ἐπιτυχῶς, δόντα̣ δ[ὲ κ]α̣ὶ̣ | |
ἐν τῷ ἱερῷ τῆς Λητοῦς π̣ρ̣οκυνήγ̣ι̣α | |
καὶ ταυρομάχια καὶ θηρομάχια <τ>[οῦ]? διη- | |
15 | μιλλῆσθαι ταῖς τῶν τοῦ ἔθνους ἀρχι- |
ιερέων φιλοδοξίαις καὶ πάσῃ ἀρετῇ | |
διαφέροντα. |