[ ]
Lycia, W. — Xanthos (Kınık) — Rom. Imp. period
| 1 | Φίλιππον δὶς <τ>οῦ Ἑστιαίου Τλω- |
| έα καὶ Ξάνθιον, ἄνδρα καλὸν καὶ | |
| ἀγαθὸν ὑπάρχοντα διὰ προγό- | |
| νων, καὶ κοινῇ ἐν τῷ ἔθνει καὶ κατὰ | |
| 5 | πόλιν δείγματα τῆς καλοκἀγαθίας |
| δεδωκότα, τειμῆς δὲ καὶ ἀποδο- | |
| χῆς καὶ παρὰ τοῖς δικαιοδόταις ἠ- | |
| ξιωμένον, ἱερατεύσαντα τῶν Σε- | |
| βαστῶν καὶ πλεῖστα εἰς τὴν ἱερωσύ̣- | |
| 10 | νην ἀνηλωκότα εἴς τε ἐπιδόσεις |
| καὶ ἣν ἐτέλεσεν πανήγυριν δ̣α<π>α̣- | |
| νηρῶς καὶ ἐπιτυχῶς, δόντα̣ δ[ὲ κ]α̣ὶ̣ | |
| ἐν τῷ ἱερῷ τῆς Λητοῦς π̣ρ̣οκυνήγ̣ι̣α | |
| καὶ ταυρομάχια καὶ θηρομάχια <τ>[οῦ]? διη- | |
| 15 | μιλλῆσθαι ταῖς τῶν τοῦ ἔθνους ἀρχι- |
| ιερέων φιλοδοξίαις καὶ πάσῃ ἀρετῇ | |
| διαφέροντα. |