[ ]
Lycia, W. — Kalabatia? — Roman period
1 | τὸ μνημεῖον κατεσκεύασαν Ἐπαφρόδι- |
τος Ποπλίου ἑαυτῷ καὶ γυναικὶ καὶ θρεπτοῖς | |
καὶ Γαλάτης Φιλοκάλου ἑαυτῷ καὶ γυναικὶ καὶ | |
τέκνοις· ἑτέρῳ δὲ μηδενὶ ἐξέστω ταφῆναι, | |
5 | ἢ ἀποτίσι ὁ θάψας Σιδυμέων τῷ δήμῳ 𐆖 χʹ· ὁ δὲ |
μηνύσας λήψεται τὸ τρίτον. |