[ ]
Lycia, W. — Bel
1 | Μάμιον Λαβου καὶ Ἀριστοτέλης Δαιδάλου Σιδυμεῖς κατεσκεύασαν |
τὸ μνημεῖον Λα[βᾳ] τῷ πατρὶ καὶ πενθερῷ καὶ Νάννῃ τῇ Μαμίου | |
μητρυιᾷ καὶ το[ῖ]ς ἐξ ἡμῶν γεγενημένοις· ἄλλῳ δὲ μηδενὶ | |
ἐξ[εῖν]α̣ι̣ τε̣θ̣[ῆ]ναι· εἰ δὲ μή, ὀφειλήσι ἱερὰς Ἀρτέμιδι Σιδυμικῇ | |
5 | δραχμὰς τρ[ι]σχειλίας. |