[ ]
Lycia, W. — Sidyma — Roman period
1 | τὸ ἀνγεῖον |
Μ(ᾶρκος) Αὐρ(ήλιος) Λυσ̣ίβιος Τειμοθέου | |
ἐμα̣υτῷ καὶ γυναικί μου | |
καὶ υἱοῖς κα̣τεσκεύα̣σα | |
5 | ἐπιτρέψας καὶ συντρό- |
φῳ μου Ἑρμεῖ· ἑτέρῳ δὲ οὐ̣- | |
δενὶ ἐξὸν ἔσται θάψαι τι- | |
νά, ἢ ὁ πα̣ρὰ ταῦτα̣ τολμή̣- | |
σας ὑποκείσεται τῷ τῆς | |
10 | τυνβωρυχί̣ας νόμῳ καὶ |
ἀποτείσει τῷ σεμνοτά- | |
τῳ τῆς βουλῆς μου συνε- | |
δρίῳ 𐆖 ͵βφʹ. |