[ ]
Lycia, W. — Sidyma — Roman period
1 | σωματοθήκη Μάρκων Αὐρηλίων Πτολεμαίου |
τ̣οῦ καὶ Ἀριστοτέλους Σιδυμέος καὶ Δημητρίας | |
Δημητρίου Πιναρίδος καὶ Σιδυμίδος· εἰς ἣν κατέ- | |
θεντο Μᾶρκον Αὐρήλιον | |
5 | Δημήτριον τὸν καὶ Νει- |
κόλαον Ἱπποκράτους | |
Πιναρέα καὶ Σιδυμέα υἱ- | |
ὸν μὲν τῆς Δημητρίας | |
ἐξάδελφον δὲ τοῦ | |
10 | Πτολεμαίου ἱερατεύ- |
σαντα θεᾶς Ῥώμης Λυ- | |
κίων τοῦ ἔθνους· ἑτέρῳ | |
δὲ οὐκ ἐξὸν θάψαι τι- | |
νὰ ἐν αὐτῇ, ἢ ὀφειλέσει Σιδυμέων τῷ δήμῳ 𐆖 ͵αφʹ | |
15 | καὶ ἔνοχος ἔ̣στω τοῖς περὶ τούτων ὡρισμένοις· |
ἐν δὲ τῷ ὑποσορίῳ ταφήσονται δοῦλοί τε καὶ | |
ἀπελεύθεροι ἡμῶν. |