[ ]
Lycia, W. — Sidyma — GVI 261
1 | ἄνθρωπος κἀγώ τις ἐὼν ταλα<σ>ίφρονι {ι} θυμῷ |
ῥηιδίου βιότου πᾶν τέλος ἐφρασάμην, | |
ἴχνος ὅπου λήγει βιοτήσιον ἤ τι περισσὸν | |
σώματος ἐσσεῖται πνεύματος ἐκπταμένου. | |
5 | τούνεκα δὴ τόδ’ ἔτευ<ξ>α [λ]ι̣θο<ξ>οϊκῇ χερὶ ἄνγος, |
ὄφρα μένῃ σκῆνος κἂν κόνις οὖσα τύχῃ. | |
δῶρα βίου τά̣δ̣ε μ̣οῦνα ἑαυτῷ ἄφθονα τεύ<ξ>ας | |
ἡμε̣τέρῃ τε ἀ̣λ̣όχῳ̣ Να̣ννίδι σεμνοτάτῃ | |
μουνολεχῇ ζήσασι βίον μο<ύ>νοισί τε τύμβον | |
10 | οἶκον ἐλευθ̣ερίης σεμνοπρεποῦς ἐθέμην, |
ὑμεῖν το[ῖ]<ς> μ̣ετ̣έπειτα βίου ἀτραπ̣οὺς ὑποφ̣αίνων̣. | |
ἐκ δ̣ὲ ἀκροσ̣τ̣ι̣χίδ̣ος γνῶθι, τὸ σῆμα̣ τίνος. |