[ ] Lycia, W. — Sidyma — GVI 261
1 ἄνθρωπος κἀγώ τις ἐὼν ταλα<σ>ίφρονι {ι} θυμῷ
ῥηιδίου βιότου πᾶν τέλος ἐφρασάμην,
ἴχνος ὅπου λήγει βιοτήσιον ἤ τι περισσὸν
σώματος ἐσσεῖται πνεύματος ἐκπταμένου.
5 τούνεκα δὴ τόδ’ ἔτευ<ξ>α [λ]ι̣θο<ξ>οϊκῇ χερὶ ἄνγος,
ὄφρα μένῃ σκῆνος κἂν κόνις οὖσα τύχῃ.
δῶρα βίου τά̣δ̣ε μ̣οῦνα ἑαυτῷ ἄφθονα τεύ<ξ>ας
ἡμε̣τέρῃ τε ἀ̣λ̣όχῳ̣ Να̣ννίδι σεμνοτάτῃ
μουνολεχῇ ζήσασι βίον μο<ύ>νοισί τε τύμβον
10 οἶκον ἐλευθ̣ερίης σεμνοπρεποῦς ἐθέμην,
U(MEI=N TO[I=][2S]2 M?ET?E/PEITA BI/OU A)TRAP?OU\S U(POF?AI/NWN?.
ἐκ δ̣ὲ ἀκροσ̣τ̣ι̣χίδ̣ος γνῶθι, τὸ σῆμα̣ τίνος.
Search Help
Contact Us