TAM II 188
[ ] Lycia, W. — Sidyma — Rom. Imp. period
col. a [Μ(αρκία) Αὐρ(ηλία) Νεμεσὼ Διονυσίου].
1 Μαρκίαν Αὐρηλίαν Νεμεσοῦν τὴν καὶ
Χρυσίον Διον̣υσίου Ἀλκίμου δὶς Παταρίδα
καὶ Σιδυμίδα τὴν ἀξιολογωτάτην γυναῖκα
τοῦ ἀξιολογωτάτου Μάρκου Αὐρηλίου Εὐκάρπου
5 Ἱεροκλέους̣ τοῦ καὶ Εὐκάρπου Σιδυμέως· καὶ
ἡ ἐνταῦθ[α] π̣α̣τρὶς ἀμειβομένη τὴν
μεγαλόφρονα αὐτῆς πολειτείαν βουλῆς
καὶ δήμου κρίσει.
                  ❦
col. b.1     Μ(ᾶρκος) ∙ Αὐρ(ήλιος) ∙ Εὔκαρπο[ς Ἱεροκλέους].
Μᾶρκον Αὐρήλιον Εὔκαρπον̣
Ἱεροκλέους τοῦ καὶ Εὐκάρ-
που Σιδυμέα τὸν ἀξιο-
5 λογώτατον ἱερέα καὶ
προφήτην διὰ βίου
τῶν προηγετῶν θεῶν
Ἀρτέμιδος καὶ Ἀπόλλω-
νος, πατέρα τοῦ ἀξιολο-
10 γωτ<ά>του Μ(άρκου) Αὐρ(ηλίου) Εὐκάρπου
τρίς, γενομένου νεοκόρου
τῆς ἐπιφανεστάτης θεοῦ
Ἑκάτης, ἄνδρα τῆς ἀξιολο-
γωτάτης Λυκιαρχίσσης
15 Μ(αρκίας) Αὐρ(ηλίας) Χρυσί[ο]υ τῆς καὶ Νεμε-
σὼ Διονυσίου Ἀλκίμου δὶς
Παταρίδος καὶ Σιδυμίδος,
πρωτεύσαντα πολειτευ-
σάμενον τὰ ἄριστα καὶ ἐφ’ ᾧ
20 κατέλιπεν τῷ ἱερῷ συστέ-
ματι τῶν τριάκοντα χωρίῳ
 Ἰσπάδοις Σιδυμέων,
 ἡ βουλὴ καὶ ὁ δῆμος.
Search Help
Contact Us