[ ]
Lycia, W. — Sidyma — 185-192 AD
1 | ἐπὶ ἀρ̣χ̣ιερέος τ[ῶν Σεβα]στῶν Διογέν̣[ου]ς γʹ τοῦ Μητροδώρου Δείου βʹ εἰσηγησ[α]μένου τοῦ γρα̣μ- |
ματέως τῆς βο̣[υλῆς Δ]η̣μοσθένους το[ῦ Ἀν]δροβίου ἐπιψηφισαμένου δὲ τοῦ ἱερέος τῶν Σεβαστῶν Ἀλεξάν- | |
δρου τοῦ Λύσων̣[ος]· ἐπεὶ διὰ τοὺς [εὐ]τ̣υχεστάτους καιροὺς τοῦ θειοτάτου Αὐτοκράτορος Καίσαρος | |
〚[Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου]〛 Σεβαστοῦ Εὐσεβοῦς Εὐτυχοῦς καὶ διὰ τὴν τοῦ κρατίστου | |
5 | ἀνθυπάτου Γάι̣ου̣ Πομπωνίου Βά[σ]σου Τερεντιανοῦ περὶ τὰς πόλεις αὔξησιν καὶ ἡ ἡμετέρα |
πόλις ἐψηφίσατο σύστημα γερον̣τ̣ικὸν κατὰ τὸν νόμον ἐννόμου βουλῆς καὶ ἐκλησίας ἀγομέ- | |
νης, ἔδοξεν γραφῆναι ψήφισμα τῷ κρατίστῳ ἀ̣νθυπάτῳ δι’ οὗ παρακλ̣ηθῆναι καὶ αὐτὸν συνεπικυρῶσαι | |
τὴν τῆς βουλῆς καὶ τοῦ δήμου κρίσιν #⁵⁶ δι’ ἃ τύχῃ ἀγαθῇ δεδόχθαι Σιδυμέων τῇ βουλῇ καὶ τῷ δήμῳ | |
συνγεγράφθαι τόδε τὸ ψήφισμα, ὃ κ․[․]αὶ {²⁶καὶ}²⁶ ἀναδοθῆναι αὐτῷ ὑπὸ τοῦ ἀξιολογωτάτου Λυκιάρχου πολεί- | |
10 | του ἡμῶν Τι(βερίου) ∙ Κλ(αυδίου) ∙ Τηλεμάχου Ξαν[θ]ίου καὶ Σιδυμέος· Πομπώ(νιος) Βάσσος ἀνθύ(πατος) Σιδυμέων |
ἄρχουσι βουλῇ δήμῳ χαίρειν· τὰ καλῶς γεινόμενα ἐπαινεῖσθαι μᾶλλον προσ- | |
ήκει ἢ κυροῦσθαι· ἔχει γὰρ τὸ βέβαιο[ν] ἀφ’ ἑαυτῶν· ἐῤῥῶσθαι ὑμᾶς εὔχομαι. ἐκομίσθη ἐπὶ τοῦ αὐτοῦ | |
Λυκιάρχου Ἀπελλαίου κγʹ, ἐνεγράφη ὑπὸ Εὐέλθοντος τοῦ καὶ Εὐτυχέους Τελεσίου Σιδυμέος | |
γυμνασιαρχήσαντος τῆς γερουσίας [π]ρώτου. ❦ |