TAM II 175
[ ] Lycia, W. — Sidyma — 185-192 AD
1 ἐπὶ ἀρ̣χ̣ιερέος τ[ῶν Σεβα]στῶν Διογέν̣[ου]ς γʹ τοῦ Μητροδώρου   Δείου βʹ  εἰσηγησ[α]μένου τοῦ γρα̣μ-
ματέως τῆς βο̣[υλῆς Δ]η̣μοσθένους το[ῦ Ἀν]δροβίου ἐπιψηφισαμένου δὲ τοῦ ἱερέος τῶν Σεβαστῶν Ἀλεξάν-
δρου τοῦ Λύσων̣[ος]·  ἐπεὶ διὰ τοὺς [εὐ]τ̣υχεστάτους καιροὺς τοῦ θειοτάτου Αὐτοκράτορος Καίσαρος
[Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου]〛 Σεβαστοῦ Εὐσεβοῦς Εὐτυχοῦς καὶ διὰ τὴν τοῦ κρατίστου
5 ἀνθυπάτου Γάι̣ου̣ Πομπωνίου Βά[σ]σου Τερεντιανοῦ περὶ τὰς πόλεις αὔξησιν καὶ ἡ ἡμετέρα
πόλις ἐψηφίσατο σύστημα γερον̣τ̣ικὸν κατὰ τὸν νόμον ἐννόμου βουλῆς καὶ ἐκλησίας ἀγομέ-
νης, ἔδοξεν γραφῆναι ψήφισμα τῷ κρατίστῳ ἀ̣νθυπάτῳ δι’ οὗ παρακλ̣ηθῆναι καὶ αὐτὸν συνεπικυρῶσαι
τὴν τῆς βουλῆς  καὶ τοῦ δήμου κρίσιν #⁵⁶ δι’ ἃ τύχῃ ἀγαθῇ δεδόχθαι Σιδυμέων τῇ βουλῇ καὶ    τῷ δήμῳ
         συνγεγράφθαι τόδε τὸ ψήφισμα, ὃ κ․[․]αὶ {²⁶καὶ}²⁶ ἀναδοθῆναι αὐτῷ ὑπὸ τοῦ ἀξιολογωτάτου Λυκιάρχου πολεί-
10            του  ἡμῶν Τι(βερίου) ∙ Κλ(αυδίου) ∙ Τηλεμάχου  Ξαν[θ]ίου καὶ Σιδυμέος· Πομπώ(νιος)  Βάσσος ἀνθύ(πατος) Σιδυμέων
           ἄρχουσι βουλῇ δήμῳ      χαίρειν· τὰ καλῶς γεινόμενα ἐπαινεῖσθαι μᾶλλον προσ-
ήκει ἢ κυροῦσθαι· ἔχει γὰρ τὸ βέβαιο[ν]    ἀφ’ ἑαυτῶν· ἐῤῥῶσθαι ὑμᾶς εὔχομαι. ἐκομίσθη ἐπὶ τοῦ αὐτοῦ
Λυκιάρχου Ἀπελλαίου κγʹ, ἐνεγράφη ὑπὸ Εὐέλθοντος τοῦ καὶ Εὐτυχέους Τελεσίου Σιδυμέος
γυμνασιαρχήσαντος τῆς γερουσίας [π]ρώτου.                       ❦
Search Help
Contact Us