[ ] Lycia, W. — Sidyma — ca. reign of Commodus
A.1 [— — — — — —]σ[— — — — — — — — —]
[— — — — —]στα[— — — — — — μηνὸς]
[Ἀρτ]εμεισίου α̣ʹ? [Πιναρέων καὶ]
Τλωέων πρυτά[νεσι καὶ βουλῇ? Σιδυ]-
5 μέων πρυτάν̣[εσι βουλῇ δήμῳ? χαί]-
ρειν. κατέστη[ν κατεναντίον ὑμῶν]
Ἱέρων βʹ τοῦ Ἀπο[λλ— — — — — —]
ὁ καὶ Λυσίμαχος [πολείτης ὑμῶν]
καὶ Ξάνθιος βου[λόμενος σαφῶς]
10 ἐκγμαρτυρηθῆν̣[αι τούτῳ τῷ λόγῳ]
πρὸς ὑμᾶς, ἐξ ὧν π[ρότερον ἐποίησα]
πρὸς μνήμην εὐ[σέβειάν τε τῆς θεοῦ]
ἀνανεώσεων συ[μπασῶν ἐπιφανει]-
ῶν καὶ ἱστοριῶν κα[ὶ παλαιῶν χρησ]-
15 μῶν, τὴν πρὸς ὑμᾶ[ς καὶ Τλωεῖς καὶ]
Πιναρεῖς γενεαλ[ογίαν τὴν Τρεμί]-
B.1 [λ]ο̣υ καὶ Πραξιδίκης, ἐξ ὧν̣ Τλῶ[ο]ς καὶ
[Κ]ράγος καὶ Πίναλος ἀνῆκον, δι’ <ἄλ>-
<λ>ης γενεαλογ̣[ί]α̣ς καὶ ὑπ’ ἐμοῦ πολ-
λάκις δεδηλωμένης κατὰ τὰς Πο-
5 λ̣υχάρμου καὶ ἑτέρων ἱστορίας,
[ο]ὐκ ὀλίγα εἰς 〚․〛 τὸν περιεχόμε-
νον ὄρεσιν καὶ θαλάσσῃ θειό-
τητος ἐχούσης θαύματα κόλπον,
ἔκτατον δὲ καὶ οὐ πολλῶν χρόνων
10 ἀλλὰ̣ τῆς ἀφ’ ἡμῶν γενεᾶς ἀνα-
φυούσης τῆς θε̣[ο]τόκου γῆς λαϊ-
νέου<ς> μορφὰς ὁμοιοτυπεῖς τῆς
Λητοῦς διδύμοις φωστῆρσιν
ἐπουρανίοις ἐν Ἀρ̣[ά]ξοις κυηθεῖσιν,
15 Ἄ̣ρτεμίν τε καὶ Ἀπόλλωνα, ἐν μὲν
[Π]ινάροις ὑπεράνω [το]ῦ τε σεσα-
C.1 [λευμένου Κράγου τῶ]ν̣ τ̣ε̣ κ̣[ρο]-
τάφ[ων διανεῳγμ]ένων γυναι-
κὸς ἰ̣[δούσης τι]ν̣ὸ̣ς̣ ὑπὸ πυέλο[υ]
λουομ̣[ένην Ἄρτ]ε̣μιν τὸ γένος
5 καὶ τὸ μ̣[ένος?] ε̣ἰς ὕψος καὶ κίνδυ-
νον ἀρ[αμέ]νης, ἥτις τὰ μεταξὺ
σεβαζ̣ομένη ἀμείβεται τοὺς
εἱλα̣σκομένους,
ἐν δὲ Σιδύμοις κτίσματι Σιδύμου
10 υἱοῦ Τλώου καὶ Χελειδόνος τῆς
Κράγου Ἀπόλλωνα τόπῳ πρὸς
θαλάσσῃ Λόπτοις σπηλαίῳ
ἀποκρύφῳ δυσεισόδῳ ἐκ κορυ-
φῆς δὲ φωτοῦλκον ἄνοιγμα
15 μεικρ̣ὸν ἔχοντι, μέσον εἰς ὃ κα-
θοπτεῦσαι θελήσασά τις ἄφνως
Da.1 ἀψοφητὶ vac. τὸν θεὸν κατη-
νέχθη, καὶ λίθος κεῖται πτῶμα
φόβου δεῖγμα κατασκόπων,
διὸ καὶ κροτεῖν ἀσ{ε}πάσματι {²⁶ἀσπάσματι}²⁶
5 "χαῖρε Ἄπολλον {ὁ} ἐγ Λόπτων", <ὃ>
εἰσερχόμενοι φωνοῦμεν.
τῆ<ς> δὲ οὐ μόνον ἀπὸ θεῶν
καὶ κτιστῶν αὐτοχθόνων οὔσης
ἀπ’ ἀρχῆς ἡμεῖν πρὸς Σιδυμεῖς
10 ὡς τέκνων πρὸς γονεῖς ἀδια-
λείπτου ἐν παντὶ καιρῷ ἑνότη-
τος καὶ ὁμονοίας μέχρι νῦν τετη-
ρημένης καὶ ἐπιγαμίαις, παρθέ-
νων σεμνὰς νεοκορείας {²⁶νεωκορείας}²⁶ τῆς
15 ἁγνοτάτης καὶ παρ’ αὐτοῖς Ἀρτέ-
μιδός τε εἰλη<φ>υιῶν, ᾗ πρόσθε<ν>
Db.1 ἡροῦντο γυν<αῖ>κες ἱέρεια̣ι̣,
ὕστερον δὲ κατ’ ἐπισζήτη̣σ̣ιν̣
καὶ θεοῦ λόγι<ο>ν μέχρι καὶ νῦν πα̣[ρ]-
θ̣ένοι, ἀνανεοῦμαι πρὸς μνήμην
5 καὶ εὐσέβειαν καὶ δόξαν τῆς θεοῦ
κα̣ὶ τῶν παρ’ ἡμεῖν γάμων θηλυτέ-
κνων, <ὧν> ἐκ τῆς εὐσεβημένης θε-
οῦ τετεύχομεν (sic), τὸν ἐκπεσόντα
πρὸ ἐτῶν ρκθ Σιδυμεῦσιν χρησμὸν
10 περὶ νεωκόρου παρθένου τῇ Ἀρτέ-
μιδι ἀναγεγραμμένο<ν> παρ’ αὐτοῖς, κα̣-
θὼς ὑπογέγραπται· ἐπὶ ἱερέων τοῦ
μὲν κοινοῦ Ἀρτεμέους τῆς δὲ πό-
λεως Τελεσίου μηνὸς Λῴου κϛʹ·
15 Ε̣ὐπόλ̣εμος Ἀριστωνύμου καὶ
Πτολεμαῖος Ἀριστωνύμου
E.1 [Κα]λ̣αβατιανοὶ πρυτάνεσιν ἀναφέρομεν πρὸς ὑμᾶς  [κατ]ὰ τὸ ψήφισμα
[τὸ]ν ἐκπεπτωκότα χρησμὸμ (sic) οὗ καὶ ἔστιν ἀντίγραφον τὸ ὑπογεγραμμένον·
[ἐ]σθλὰ δέχου Φοίβου πόλι συνγενὶ θέσφατα τρανῶς,
[σ]ύνφορον ὡς χθονὶ σῇ ναέταισί τε πᾶσιν ὃ πεύθῃ
5 [ἔ]σσεται· ἀλλ’ ἐπάκουε τά σοι θεὸς ὤπασε Φοῖβος.
[ἁ]γ̣νὰ θεᾶς ἀσινῆ τε πρέπει λυκάβαντο<ς> ἑκάστου
π̣αρθενικαῖς παλάμαισι θυηπόλα τείμια τεύχειν·
ἔ̣στι γάρ, ἔστι θεᾷ Λητωΐδι τοῦτο προσηνὲς
μὴ προσάγειν θαλάμοις ἱερηπόλον, ἣν ἀπὸ λέκτρων
10 α̣ἱρῆ προσκαλέσασθαι ἀνυμφεύτους ἐπὶ σηκούς,
ἀ̣λλὰ νέαν ἀδμῆτιν —— ὅ μο<ι?> δηλωτόν —— ἄθικτον·
[τ]ήνδε θέλει προκαθέσθ<ε> ὁσίον καὶ νηὸν ὑπ’ αὐτῆς
ἁγνὸν ἀεὶ τηρεῖσθαι, ἵν’ αἵρεσιν ἥνπερ ὑπέστη
φροντίδος ἀενάοισι βροτοὶ τειμῶσιν ἐν ὥραις.
15 ταῦτά σοι αὐτὸς ἄναξ ἑκατηβόλος ὄλβια φαίνει
ἀγροτέρα τε θεὰ σκυλακοτρόφος, ἣν ἅμα Φοίβῳ [․․5․․]
Search Help