[ ]
Lycia, W. — Sidyma — ca. reign of Commodus
A.1 | [— — — — — —]σ[— — — — — — — — —] |
[— — — — —]στα[— — — — — — μηνὸς] | |
[Ἀρτ]εμεισίου α̣ʹ? [Πιναρέων καὶ] | |
Τλωέων πρυτά[νεσι καὶ βουλῇ? Σιδυ]- | |
5 | μέων πρυτάν̣[εσι βουλῇ δήμῳ? χαί]- |
ρειν. κατέστη[ν κατεναντίον ὑμῶν] | |
Ἱέρων βʹ τοῦ Ἀπο[λλ— — — — — —] | |
ὁ καὶ Λυσίμαχος [πολείτης ὑμῶν] | |
καὶ Ξάνθιος βου[λόμενος σαφῶς] | |
10 | ἐκγμαρτυρηθῆν̣[αι τούτῳ τῷ λόγῳ] |
πρὸς ὑμᾶς, ἐξ ὧν π[ρότερον ἐποίησα] | |
πρὸς μνήμην εὐ[σέβειάν τε τῆς θεοῦ] | |
ἀνανεώσεων συ[μπασῶν ἐπιφανει]- | |
ῶν καὶ ἱστοριῶν κα[ὶ παλαιῶν χρησ]- | |
15 | μῶν, τὴν πρὸς ὑμᾶ[ς καὶ Τλωεῖς καὶ] |
Πιναρεῖς γενεαλ[ογίαν τὴν Τρεμί]- | |
B.1 | [λ]ο̣υ καὶ Πραξιδίκης, ἐξ ὧν̣ Τλῶ[ο]ς καὶ |
[Κ]ράγος καὶ Πίναλος ἀνῆκον, δι’ <ἄλ>- | |
<λ>ης γενεαλογ̣[ί]α̣ς καὶ ὑπ’ ἐμοῦ πολ- | |
λάκις δεδηλωμένης κατὰ τὰς Πο- | |
5 | λ̣υχάρμου καὶ ἑτέρων ἱστορίας, |
[ο]ὐκ ὀλίγα εἰς 〚․〛 τὸν περιεχόμε- | |
νον ὄρεσιν καὶ θαλάσσῃ θειό- | |
τητος ἐχούσης θαύματα κόλπον, | |
ἔκτατον δὲ καὶ οὐ πολλῶν χρόνων | |
10 | ἀλλὰ̣ τῆς ἀφ’ ἡμῶν γενεᾶς ἀνα- |
φυούσης τῆς θε̣[ο]τόκου γῆς λαϊ- | |
νέου<ς> μορφὰς ὁμοιοτυπεῖς τῆς | |
Λητοῦς διδύμοις φωστῆρσιν | |
ἐπουρανίοις ἐν Ἀρ̣[ά]ξοις κυηθεῖσιν, | |
15 | Ἄ̣ρτεμίν τε καὶ Ἀπόλλωνα, ἐν μὲν |
[Π]ινάροις ὑπεράνω [το]ῦ τε σεσα- | |
C.1 | [λευμένου Κράγου τῶ]ν̣ τ̣ε̣ κ̣[ρο]- |
τάφ[ων διανεῳγμ]ένων γυναι- | |
κὸς ἰ̣[δούσης τι]ν̣ὸ̣ς̣ ὑπὸ πυέλο[υ] | |
λουομ̣[ένην Ἄρτ]ε̣μιν τὸ γένος | |
5 | καὶ τὸ μ̣[ένος?] ε̣ἰς ὕψος καὶ κίνδυ- |
νον ἀρ[αμέ]νης, ἥτις τὰ μεταξὺ | |
σεβαζ̣ομένη ἀμείβεται τοὺς | |
εἱλα̣σκομένους, | |
ἐν δὲ Σιδύμοις κτίσματι Σιδύμου | |
10 | υἱοῦ Τλώου καὶ Χελειδόνος τῆς |
Κράγου Ἀπόλλωνα τόπῳ πρὸς | |
θαλάσσῃ Λόπτοις σπηλαίῳ | |
ἀποκρύφῳ δυσεισόδῳ ἐκ κορυ- | |
φῆς δὲ φωτοῦλκον ἄνοιγμα | |
15 | μεικρ̣ὸν ἔχοντι, μέσον εἰς ὃ κα- |
θοπτεῦσαι θελήσασά τις ἄφνως | |
Da.1 | ἀψοφητὶ vac. τὸν θεὸν κατη- |
νέχθη, καὶ λίθος κεῖται πτῶμα | |
φόβου δεῖγμα κατασκόπων, | |
διὸ καὶ κροτεῖν ἀσ{ε}πάσματι {²⁶ἀσπάσματι}²⁶ | |
5 | "χαῖρε Ἄπολλον {ὁ} ἐγ Λόπτων", <ὃ> |
εἰσερχόμενοι φωνοῦμεν. | |
τῆ<ς> δὲ οὐ μόνον ἀπὸ θεῶν | |
καὶ κτιστῶν αὐτοχθόνων οὔσης | |
ἀπ’ ἀρχῆς ἡμεῖν πρὸς Σιδυμεῖς | |
10 | ὡς τέκνων πρὸς γονεῖς ἀδια- |
λείπτου ἐν παντὶ καιρῷ ἑνότη- | |
τος καὶ ὁμονοίας μέχρι νῦν τετη- | |
ρημένης καὶ ἐπιγαμίαις, παρθέ- | |
νων σεμνὰς νεοκορείας {²⁶νεωκορείας}²⁶ τῆς | |
15 | ἁγνοτάτης καὶ παρ’ αὐτοῖς Ἀρτέ- |
μιδός τε εἰλη<φ>υιῶν, ᾗ πρόσθε<ν> | |
Db.1 | ἡροῦντο γυν<αῖ>κες ἱέρεια̣ι̣, |
ὕστερον δὲ κατ’ ἐπισζήτη̣σ̣ιν̣ | |
καὶ θεοῦ λόγι<ο>ν μέχρι καὶ νῦν πα̣[ρ]- | |
θ̣ένοι, ἀνανεοῦμαι πρὸς μνήμην | |
5 | καὶ εὐσέβειαν καὶ δόξαν τῆς θεοῦ |
κα̣ὶ τῶν παρ’ ἡμεῖν γάμων θηλυτέ- | |
κνων, <ὧν> ἐκ τῆς εὐσεβημένης θε- | |
οῦ τετεύχομεν (sic), τὸν ἐκπεσόντα | |
πρὸ ἐτῶν ρκθ Σιδυμεῦσιν χρησμὸν | |
10 | περὶ νεωκόρου παρθένου τῇ Ἀρτέ- |
μιδι ἀναγεγραμμένο<ν> παρ’ αὐτοῖς, κα̣- | |
θὼς ὑπογέγραπται· ἐπὶ ἱερέων τοῦ | |
μὲν κοινοῦ Ἀρτεμέους τῆς δὲ πό- | |
λεως Τελεσίου μηνὸς Λῴου κϛʹ· | |
15 | Ε̣ὐπόλ̣εμος Ἀριστωνύμου καὶ |
Πτολεμαῖος Ἀριστωνύμου | |
E.1 | [Κα]λ̣αβατιανοὶ πρυτάνεσιν ἀναφέρομεν πρὸς ὑμᾶς [κατ]ὰ τὸ ψήφισμα |
[τὸ]ν ἐκπεπτωκότα χρησμὸμ (sic) οὗ καὶ ἔστιν ἀντίγραφον τὸ ὑπογεγραμμένον· | |
[ἐ]σθλὰ δέχου Φοίβου πόλι συνγενὶ θέσφατα τρανῶς, | |
[σ]ύνφορον ὡς χθονὶ σῇ ναέταισί τε πᾶσιν ὃ πεύθῃ | |
5 | [ἔ]σσεται· ἀλλ’ ἐπάκουε τά σοι θεὸς ὤπασε Φοῖβος. |
[ἁ]γ̣νὰ θεᾶς ἀσινῆ τε πρέπει λυκάβαντο<ς> ἑκάστου | |
π̣αρθενικαῖς παλάμαισι θυηπόλα τείμια τεύχειν· | |
ἔ̣στι γάρ, ἔστι θεᾷ Λητωΐδι τοῦτο προσηνὲς | |
μὴ προσάγειν θαλάμοις ἱερηπόλον, ἣν ἀπὸ λέκτρων | |
10 | α̣ἱρῆ προσκαλέσασθαι ἀνυμφεύτους ἐπὶ σηκούς, |
ἀ̣λλὰ νέαν ἀδμῆτιν —— ὅ μο<ι?> δηλωτόν —— ἄθικτον· | |
[τ]ήνδε θέλει προκαθέσθ<ε> ὁσίον καὶ νηὸν ὑπ’ αὐτῆς | |
ἁγνὸν ἀεὶ τηρεῖσθαι, ἵν’ αἵρεσιν ἥνπερ ὑπέστη | |
φροντίδος ἀενάοισι βροτοὶ τειμῶσιν ἐν ὥραις. | |
15 | ταῦτά σοι αὐτὸς ἄναξ ἑκατηβόλος ὄλβια φαίνει |
ἀγροτέρα τε θεὰ σκυλακοτρόφος, ἣν ἅμα Φοίβῳ [․․5․․] |