[ ]
Lycia, W. — Lissa — 245 BC
1 | βασ[ιλε]ύοντος Πτολεμαίου τοῦ Πτολεμαίου κ[αὶ] |
Ἀρσιν[όης] θεῶν ἀδε[λ]φῶν ἔτους δευτέρου μηνὸς Πε[ρει]- | |
τίου τριακάδι ἔδοξε Λισσατῶν τῶι δήμω[ι κ]υρί[ας] ἐ[κ]- | |
κλησίας γενομένης· ἐπ[ε]ιδὴ Πανταλέων Μενε[κρ]άτους | |
5 | Λισσάτης ἀνὴρ ἀ[γ]αθὸς ὢν διατελεῖ χρείας παρεχόμεν[ος] |
καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι [ἑ]κάστωι τ[ῶν] πο[λι]τῶ[ν], | |
στεφανῶσαι αὐτὸν θ[α]λλο[ῦ σ]τε[φάνωι ἀρετ]ῆ[ς] ἕ- | |
νεκεν καὶ εὐνο[ίας] ἧς ἔχων διατελεῖ [εἰς τὸν δῆμ]ον τὸν | |
Λισσ[α]τῶν, εἶναι δ’ αὐτὸν καὶ εὐε[ργ]έ[τη]ν [τῆς πόλεως]· ἀνα- | |
10 | γράψαι δὲ τὸ ψήφισμα εἰς στήλην λιθίν[η]ν [καὶ στῆσαι] οὗ [ἂ]ν |
αὐτῶι δόξηι. συντελε[σ]άτω δὲ [τ]αῦτα ὁ ἐ[φ]ε[στ]ηκ[ὼς] Λ[έ]ων. |