[ ]
Lycia, W. — Lydai — 2nd c. AD
1 | [Γ(άιον) Ἰ]ούλιον Γ(άιου) Ἰουλίου Διοφάντου |
υ̣ἱὸν Διόφαντον Λυδάτην πολι- | |
τευσάμενον ἐν ταῖς κατὰ Λυκίαν | |
πόλεσι πάσαις, ἀρχιερατεύσαν- | |
5 | τα τῶν Σεβαστῶν καὶ γραμματεύ- |
σαντα Λυκίων τοῦ ἔθνους, προγό- | |
νων ἱππάρχων ναυάρχων Λυκι- | |
αρχῶν, πατέρα συγκλητικοῦ, κα- | |
ταλιπόντα καὶ τῆι πατρίδι εἰς | |
10 | τὸ διηνεκὲς δωρεὰς εἰς θέσιν |
ἐλαίου, Λυδατῶν ἡ βουλὴ καὶ ὁ δῆ- | |
μος τὸν ἴδιον πολίτην καὶ εὐερ- | |
γέτην· τὸν δὲ ἀνδριάντα κατέστη- | |
σαν ἐκ τῶν ἰδίων οἱ υἱοὶ αὐτο[ῦ] | |
15 | Ἰούλιος Μαξιμιανὸς Διόφαντος |
[καὶ — — — — — — — — — — — —] |