[ ]
Lycia, W. — Telmessos — Rom. Imp. period
[τοῦτο τὸ ἡρῷον κατεσκεύασεν — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — — — — — — — — δώσει τῷ] | |
1 | [ἱερω]τάτῳ ταμείῳ δηναρίων μυρι[άδ]ας πέντε καὶ τῷ Λυκίων |
[ἔθν]ει δηναρίων μυριάδας πέν[τε] μετὰ τοῦ καὶ ὑπεύθυνον | |
[εἶ]ναι τὸν τοιοῦτό τι τολμήσαντα [καὶ?] τῇ εἰς τοὺς κατοιχομένους | |
[ἀσ]εβείᾳ· ὁμοίως οὐκ ἐξέσται τινὶ ο[ὐ]δὲ ἐν τῷ ὑποσορίῳ τοῦ ἡρῴου | |
5 | τ̣εθῆναι ἢ θάψαι τινὰ χωρὶς εἰ μή τινι ἐγὼ συγχωρήσαιμι ἢ ζῶσα |
ἢ ἐν διαθήκαις ἢ κωδικίλλοις γράψ̣ασα· εἰ δέ τις παρὰ ταῦτα ποι- | |
ήσαι, δώσει τῇ λαμπροτάτῃ Τελμ̣ησσέων πόλει δηνάρια | |
μύρια καὶ ὁμοίως καὶ οὗτος ὑπεύθυνος ἔσται τῇ εἰς τοὺς | |
κατοιχομένους ἀσεβείᾳ· εἰ δέ τι[ς]? ἐλέγξαι τὸν ταῦτα τολμή- | |
10 | σαντα, λήψεται τῶν ἐνγεγραμμένω[ν] ἐπιτειμίων τὸ τρίτον. |