[ ] Lycia, W. — Telmessos — Rom. Imp. period
[τοῦτο τὸ ἡρῷον κατεσκεύασεν — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — δώσει τῷ]
1 [ἱερω]τάτῳ ταμείῳ δηναρίων μυρι[άδ]ας πέντε καὶ τῷ Λυκίων
[ἔθν]ει δηναρίων μυριάδας πέν[τε] μετὰ τοῦ καὶ ὑπεύθυνον
[εἶ]ναι τὸν τοιοῦτό τι τολμήσαντα [καὶ?] τῇ εἰς τοὺς κατοιχομένους
[ἀσ]εβείᾳ· ὁμοίως οὐκ ἐξέσται τινὶ ο[ὐ]δὲ ἐν τῷ ὑποσορίῳ τοῦ ἡρῴου
5 τ̣εθῆναι ἢ θάψαι τινὰ χωρὶς εἰ μή τινι ἐγὼ συγχωρήσαιμι ἢ ζῶσα
ἢ ἐν διαθήκαις ἢ κωδικίλλοις γράψ̣ασα· εἰ δέ τις παρὰ ταῦτα ποι-
ήσαι, δώσει τῇ λαμπροτάτῃ Τελμ̣ησσέων πόλει δηνάρια
μύρια καὶ ὁμοίως καὶ οὗτος ὑπεύθυνος ἔσται τῇ εἰς τοὺς
κατοιχομένους ἀσεβείᾳ· εἰ δέ τι[ς]? ἐλέγξαι τὸν ταῦτα τολμή-
10 σαντα, λήψεται τῶν ἐνγεγραμμένω[ν] ἐπιτειμίων τὸ τρίτον.
Search Help
Contact Us