[ ]
Lycia, W. — Telmessos — Rom. Imp. period
face I.1 | [Λυκίων τ]ὸ κοινὸν ἐτείμησεν [ταῖς τρίταις] τειμαῖς |
[Φίλιππο]ν Κλεάρχου τοῦ Τλ[ηπολέμου] τοῦ Φιλώ- | |
[του Τελ]μ̣ησσέα, πολιτευόμενον δὲ καὶ ἐν ταῖς | |
[κα]τὰ Λυκίαν πόλεσι πάσαις, τὸν ἀρχιερέα τῶν Σε- | |
5 | [βασ]τῶν, τὸν δὲ αὐτὸν καὶ γραμματέα Λυκίων τοῦ |
[κοι]νοῦ, δι’ ἃς ἐτέλεσεν μεγαλοψύχως μονομαχί- | |
[ας] καὶ θηριομαχίας, καὶ ἀργυρικὰς ἐπιδόσεις καὶ τὰς | |
[λοιπὰς δαπάνας π]αρεσχημένον καὶ τῆι πατρίδι | |
[γυ]μνασίου χαρισάμενον καὶ ἀριθμ[ήσαν]τα λε[πτοῦ] | |
10 | [ἀργυ]ρίου μυριάδ[α]ς πέντε καὶ ἑξάκις χειλίας |
[πεν]τήκοντα ὀκτὼ δραχμάς. | |
face II.1 | Λυκίων τὸ κοινὸν ἐτε[ίμησεν ταῖ]ς |
τρίταις τειμαῖς Ἀρτέμιον τὴν καὶ Ταταν | |
Μεγασύστου Τελμησσίδα, τὴν ἀρχι- | |
έρειαν τῶν Σεβαστῶν, γυναῖκα | |
5 | Φιλίππου τοῦ Κλεάρχου τοῦ Τλη- |
πολέμου τοῦ Φιλώτου Τελμησσέως | |
[πολι]τευομένου δὲ καὶ ἐν ταῖς κα- | |
τὰ Λυκίαν πόλεσι πάσαις, κεκοσμη- | |
μέ<ν>ην πάσηι ἀρετῆι καὶ σωφροσύνηι. | |
face III/IV | [— — — — — — — ἀνέστησε τοὺς] |
[ἀνδριάντας σὺν ταῖς βάσεσιν] | |
1 | καὶ τῶι σύνπαν[τι κόσμωι· ἐὰν δέ τις] |
μεταθῇ ἢ μετε[νένκῃ τούσδε τοὺς] | |
Φιλίππου τοῦ Κ[λεάρχου τοῦ Τλη]- | |
πολέμου τοῦ Φιλώτου ἢ Ἀρ[τεμίου] | |
5 | τῆς καὶ Τατας Με[γ]ασύστου Τελ- |
μησσέων̣ ἀνδρι[ά]ντας ὧιτινι οὖν | |
τρόπωι [ἢ κακῶς] ποιήσῃ ἐν ὧι | |
δ̣ή τ[ινι μέρει?] εἴτε ἄρχων εἴτε | |
[ἰδιώτης, ․․․․]ν αὐτὸν ὑπὲρ | |
10 | [․․․c.11․․․․]υτος τῶι Λυκίων |
[ἔθνει ․c.6․․]γαθως καὶ τὰ χει | |
[․․c.8․․․ ἡ ἐκ]κλησία ἐψηφίσατο. |