[ ]
Lycia, W. — Telmessos
[— — — — — — — — — — — — — — — — —] | |
[— — — — — — — — — — — — — — — — —] | |
1 | [κ?]αὶ #⁷[․․․c.11․․․․ τοῖς πο]λ̣ί̣τ̣αις |
πᾶσι καὶ̣ [κοιν]ῆ̣ι̣ κ̣α̣ὶ̣ ἰ̣δίαι ἑκάστωι | |
τῶμ πολιτῶν διατελεῖ τὴν πρό- | |
[ν]οιαν ποιούμενος, δεδόσθαι | |
5 | [α]ὐτῶι τε Ἑρμογένει Ζωίλου |
[Ἐ]φεσίωι καὶ τῶι υἱῶι αὐτοῦ | |
Ζωίλωι, αὐτοῖς τε καὶ ἐκγόνοις, | |
πολιτείαν καὶ ἔγκτησιν καὶ με- | |
τέχειν αὐτοὺς πάντων τῶν | |
10 | κοινῶν, ὧν καὶ οἱ λοιποὶ Τελμησ- |
σεῖς μετέχουσιν, εἶναι δὲ καὶ | |
εἴ̣σπλουν καὶ ἔκπλουν αὐτοῖς τε | |
[κ]αὶ τοῖς ἐκγόνοις καὶ ἐμ πολέμωι | |
[κ]α̣ὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπον- | |
15 | [δ]εί. τὸ δὲ ψήφισμα τοῦτο |
[γ]ρ̣άψας ὁ ἄρχων εἰς στήλην | |
[λ]ιθίνην ἀναθέτω εἰς τὸ ἱερὸν | |
τ̣ῆς Ἀρτέμιδος ἐν τῶι ἐπιφα- | |
νεστάτωι τόπωι. |