[ ]
Lycia (Kibyr.) — Balboura (Çolkayığı) — ca. 200-212 AD — AS 39.1989.56,5 [SEG 38.1450]
1 | εἰσηγημένου Μάρκου Αὐρηλίου Τρωίλου Μά- |
[γ]αντος τοῦ Τρωίλου Βουβωνέος καὶ Καδυαν- | |
δέος πεπολειτευομένου δὲ καὶ ἐν ταῖς κατὰ Λυ- | |
κίαν πόλεσιν πάσαις, ἐπιψηφισαμένου Αὐρηλίου | |
5 | Μάγαντος δίς τοῦ Τρωίλου Βουβωνέος γεγονό- |
τος ἀρχιφύλακος, ἔδοξεν τῇ κοινῇ τοῦ Λυκίων | |
ἔθνους ἀρχ<αι>ρεσιακῇ ἐκλησίᾳ· ἐπεὶ Μᾶρκος {²vac.}² | |
Αὐρήλιος Θοαντιανὸς υἱὸς Αὐρηλίου Θοαντι- | |
ανοῦ δὶς Μελεάγρου Κάστορος Βαλβουρεὺς καὶ | |
10 | Ἀτταλεύς, ἀνὴρ εὐγενὴς καὶ κόσμιος καὶ ἤθει |
καὶ τρόπῳ [ἄ]ριστος διαπρέπων ἐν τῇ ἐπαρχείᾳ, | |
γένους συνκλητικοῦ καὶ ὑπατικοῦ καὶ Λυκιαρχι- | |
[κ]οῦ καὶ Πα[μ]φυλιαρχῶν καὶ πρειμοπιλαρί- | |
ων καὶ ἱππικῶν, ἐπιπάππου Κάστορος ὑποφυ- | |
15 | λάξαντος Λυκίων {²κτλ.}² |