[ ]
Lycia (Kibyr.) — Balboura (Çolkayığı) — ca. 200-212 AD — Ann.Inst. 24.1852.181 — Reisen II 184,235 (ll.41-48) — IGR 3.473
[Λυκίων τὸ κοινὸν ἐτείμησε Τρ]- | |
1 | [ώιλον τ]ὸν καὶ Να[ιούιον Βαλβουρέ]- |
[α, ἱερ]έα πατρῴου [θεοῦ Ἀπόλ]- | |
[λων]ος, ψηφίσματι [τῷ ὑπογεγ]- | |
[ραμ]μένῳ. εἰσηγησα[μένου μὲν] | |
5 | [Φιλ]ολάου δὶς τοῦ Ἀρτεμᾶ Τ[ελ(μισσέως), ἐπιψ]- |
[ηφι]σαμένου δὲ Ἑρμαίου τοῦ [․․․․]- | |
[․․․]α Τλωέως, ἔδοξε Λυκίω[ν τῷ κοι]- | |
[νῷ]· ἐπεὶ Τρώιλος Θόαντος Μην[οφίλου ὁ] | |
[κ]αὶ Ναιούιος Βαλβουρεὺς ν[εανίας] | |
10 | [κα]λὸς καὶ ἀγαθὸς καὶ δι[ὰ] τὰ ἤ[θη σε]- |
[μν]ὸς καὶ χωρὶς φιλοτειμιῶν π[αντὸς ἄ]- | |
[ξι]ος ἐπαίνου διὰ τὴν τοῦ βίου [σεμ]- | |
νότητα, ὑπάρχων δὲ καὶ ἐκ [π]ρογ- | |
όνων φιλότειμος τῷ τε Λυκίων ἔ- | |
15 | θνει καὶ τῇ ἑαυτοῦ πατρίδι, ἱερα- |
σάμενός τε ἐν τῷ ἐξιόντι ἔτει Λυκί- | |
ων [τ]οῦ κοινοῦ θεοῦ πατρῴου Ἀπόλ- | |
λωνος τά τε πρὸς εὐσέβειαν τ[ῶ]ν | |
Σεβαστῶν καὶ τοῦ θεοῦ ἐ- | |
20 | πλήρωσεν, καὶ τὰ πρὸς φιλοτει- |
μίαν τοῦ ἔθνους ἐκτε[ν]ῶς | |
ἀπήρτισεν, δίκαιον δέ ἐστιν [τ]οῖ[ς] | |
[τ]οιούτοις τὰς πρε[π]ούσας ἀπ[ο]- | |
[δ]ίδοσθαι τιμάς· τύχῃ ἀγαθῇ, [δε]- | |
25 | δόχθαι Λυκίων [τ]ῷ κοινῷ τετιμῆσ- |
θαι τὸν Ναιούιον [τ]αῖς ὑπογε[γρ]αμμέ- | |
ναις [τ]ειμαῖς· Λυκίων [τ]ὸ κοινὸν ἐτείμη- | |
σεν [τ]αῖς πρώταις τιμαῖς, ε[ἰκόνι] | |
ἐπιχρύσῳ καὶ ἀνδριάν[τ]ο[ς ἀναστάσει], | |
30 | [Τρ]ώιλον Θόαντος Μηνο[φίλου τὸν κα]- |
[ὶ Ν]αιούιον Βαλ(βουρέα), νεανία[ν καλὸν κα]- | |
[ὶ ἀγ]αθὸν διὰ [π]ρογόνων, [υἱὸν ἐθνικοῦ] | |
[ἄρχ]οντος Θόαντος Μηνο[φίλου], | |
[ἀδελ]φὸν ἐθνικῶν ἀρχόν[τ]ων [Κάστ]- | |
35 | [ορος(?)] Θόαντος καὶ Πολυδεύκου Θόαν[τ]ος, |
συνγενῆ ἐθνικῶν καὶ αὐτῶν ἀρχόν[τ]ων, | |
καὶ αὐτὸν δὲ ἐθνικὸν ἄρχον[τ]α, ἱερασά- | |
μενον Λυκίω[ν] τοῦ κοινοῦ θεοῦ πατ[ρ]ῴ- | |
ου Ἀπόλλωνος καὶ πάν[τ]α τὰ [πρ]ὸς εὐ- | |
40 | σέβεια[ν] τῶν Σεβαστ[ῶ]ν καὶ τοῦ θεοῦ |
πλ[η]ρώσαντα, δόντα δὲ καὶ τοῖς συνε[λ]- | |
θοῦσιν Λυκίων ἀρχοστάταις | |
καὶ βουλευταῖς καὶ κοινοῖς ἄρχου- | |
σιν διανομῆς ἀνὰ (δην.) βʹ ἐκ τῶν ἰδίων, | |
45 | δόντα δὲ καὶ τὰ ὡρισμένα τῷ ἔθνει |
ἄλλα (δην.) ιβφʹ, καὶ αὐτὰ ἐκ τῶν ἰδίων, καὶ | |
[δ]ικ[αίᾳ] τοῦ βίου ἀναστροφεῖ σεμνῶς καὶ Β- | |
Ε̣Λ̣ΕΝΒΙΩ̣Σ πασῇ ἀρετῇ κεκοσμημένον. |