LBW 1221
[ ] Lycia (Kibyr.) — Balboura (Çolkayığı) — ca. 200-212 AD — Ann.Inst. 24.1852.181 — Reisen II 184,235 (ll.41-48) — IGR 3.473
[Λυκίων τὸ κοινὸν ἐτείμησε Τρ]-
1 [ώιλον τ]ὸν καὶ Να[ιούιον Βαλβουρέ]-
[α, ἱερ]έα πατρῴου [θεοῦ Ἀπόλ]-
[λων]ος, ψηφίσματι [τῷ ὑπογεγ]-
[ραμ]μένῳ. εἰσηγησα[μένου μὲν]
5 [Φιλ]ολάου δὶς τοῦ Ἀρτεμᾶ Τ[ελ(μισσέως), ἐπιψ]-
[ηφι]σαμένου δὲ Ἑρμαίου τοῦ [․․․․]-
[․․․]α Τλωέως, ἔδοξε Λυκίω[ν τῷ κοι]-
[νῷ]· ἐπεὶ Τρώιλος Θόαντος Μην[οφίλου ὁ]
[κ]αὶ Ναιούιος Βαλβουρεὺς ν[εανίας]
10 [κα]λὸς καὶ ἀγαθὸς καὶ δι[ὰ] τὰ ἤ[θη σε]-
[μν]ὸς καὶ χωρὶς φιλοτειμιῶν π[αντὸς ἄ]-
[ξι]ος ἐπαίνου διὰ τὴν τοῦ βίου [σεμ]-
νότητα, ὑπάρχων δὲ καὶ ἐκ [π]ρογ-
όνων φιλότειμος τῷ τε Λυκίων ἔ-
15 θνει καὶ τῇ ἑαυτοῦ πατρίδι, ἱερα-
σάμενός τε ἐν τῷ ἐξιόντι ἔτει Λυκί-
ων [τ]οῦ κοινοῦ θεοῦ πατρῴου Ἀπόλ-
λωνος τά τε πρὸς εὐσέβειαν τ[ῶ]ν
Σεβαστῶν καὶ τοῦ θεοῦ ἐ-
20 πλήρωσεν, καὶ τὰ πρὸς φιλοτει-
μίαν τοῦ ἔθνους ἐκτε[ν]ῶς
ἀπήρτισεν, δίκαιον δέ ἐστιν [τ]οῖ[ς]
[τ]οιούτοις τὰς πρε[π]ούσας ἀπ[ο]-
[δ]ίδοσθαι τιμάς· τύχῃ ἀγαθῇ, [δε]-
25 δόχθαι Λυκίων [τ]ῷ κοινῷ τετιμῆσ-
θαι τὸν Ναιούιον [τ]αῖς ὑπογε[γρ]αμμέ-
ναις [τ]ειμαῖς· Λυκίων [τ]ὸ κοινὸν ἐτείμη-
σεν [τ]αῖς πρώταις τιμαῖς, ε[ἰκόνι]
ἐπιχρύσῳ καὶ ἀνδριάν[τ]ο[ς ἀναστάσει],
30 [Τρ]ώιλον Θόαντος Μηνο[φίλου τὸν κα]-
[ὶ Ν]αιούιον Βαλ(βουρέα), νεανία[ν καλὸν κα]-
[ὶ ἀγ]αθὸν διὰ [π]ρογόνων, [υἱὸν ἐθνικοῦ]
[ἄρχ]οντος Θόαντος Μηνο[φίλου],
[ἀδελ]φὸν ἐθνικῶν ἀρχόν[τ]ων [Κάστ]-
35 [ορος(?)] Θόαντος καὶ Πολυδεύκου Θόαν[τ]ος,
συνγενῆ ἐθνικῶν καὶ αὐτῶν ἀρχόν[τ]ων,
καὶ αὐτὸν δὲ ἐθνικὸν ἄρχον[τ]α, ἱερασά-
μενον Λυκίω[ν] τοῦ κοινοῦ θεοῦ πατ[ρ]ῴ-
ου Ἀπόλλωνος καὶ πάν[τ]α τὰ [πρ]ὸς εὐ-
40 σέβεια[ν] τῶν Σεβαστ[ῶ]ν καὶ τοῦ θεοῦ
πλ[η]ρώσαντα, δόντα δὲ καὶ τοῖς συνε[λ]-
θοῦσιν Λυκίων ἀρχοστάταις
καὶ βουλευταῖς καὶ κοινοῖς ἄρχου-
σιν διανομῆς ἀνὰ (δην.) βʹ ἐκ τῶν ἰδίων,
45 δόντα δὲ καὶ τὰ ὡρισμένα τῷ ἔθνει
ἄλλα (δην.) ιβφʹ, καὶ αὐτὰ ἐκ τῶν ἰδίων, καὶ
[δ]ικ[αίᾳ] τοῦ βίου ἀναστροφεῖ σεμνῶς καὶ Β-
Ε̣Λ̣ΕΝΒΙΩ̣Σ πασῇ ἀρετῇ κεκοσμημένον.
Search Help
Contact Us