[ ]
Lycia (Kibyr.) — Kibyra (Gölhisar--Horzum) — Flavian — Ann.Inst. 24.1852.174-175 — Reisen II 187 note 3 — IGR 4.915,bc
C.1 | ἐά[ν] τινες τ[ὴν] αἰώνιον [γ]υμν[ασ]ια[ρχίαν θε]λ[ή]σωσιν [κα]τ[α]λ[ύ]- |
ει[ν] καὶ [τ]ὰ χρήμα[τ]α αὐτῆς ἐλαττοῦν, ἐ[ναγ]εῖς ἔσ[τωσα]ν καὶ | |
ἀ[λιτή]ριοι τῶν τε Σεβαστῶν καὶ <τῆς> συνκλήτου καὶ τῆς πα[τρ]- | |
ίδος καὶ τῶν ἐν ταύτηι ἱερῶν καὶ θεῶν καὶ [αὐ]το[ὶ] καὶ γενεαὶ [α]ὐ- | |
5 | τῶ[ν]. ὀμνύτωσαν δὲ καθ’ ἕκαστον ἐ[ν]ια[υ]τὸ[ν] οἱ ἔ[φ]η[β]οι |
ἐν τῶι γυμνασίωι τὸν πάτριον ὅρ[κ]ον συνφυλά[ξ]ειν τὴν | |
[γ]υμνασιαρχίαν καὶ πάντας τοὺς [π]όρους αὐτῆς. ὀμνύ- | |
τω δὲ καὶ ὁ δῆμος ἐν τῆι τῶν κατευχῶν ἡμέραι διὰ τῶν | |
ἀ[ρ]χόντων καὶ τοῦ γραμματέ[ω]ς τοῦ δήμου, [ὡ]ς ὑπὲρ σ[ω]- | |
10 | τηριωδεστάτου πρά[γ]ματος, τηρήσειν τὴν γυμνασι- |
αρχίαν ταύτην καὶ τὰ χρήματα αὐτῆς. ἐὰν δέ ποτε | |
καθ’ ὁνδηποτεοῦν τ[ρό]πον καταλυθῆι ἡ γυμνασιαρχί- | |
α, ὑπεύ[θ]υνος ἔστω ὁ δῆμος τῷ αὐτοκράτορι καὶ τῆι | |
συνκλήτωι εἰς τὸ ἀ[π]οκαταστῆσαι τὴν γυμνασιαρ- | |
15 | χίαν παρ’ ἑ[α]υ[τ]οῦ καὶ τοὺς πόρους αὐτῆς |
B.1 | ταῖς [τ]ειμαῖ[ς τῶ]ν Σε[β]αστῶν καὶ τ[ῆ]ς συνκ[λή]- |
του, ὥστε μένει[ν] τὴν γυμνασιαρχίαν ἐ[ν] | |
τῆι πό[λ]ει [δ]ι’ αἰῶ[νο]ς, καθὼς ἔτα[ξ]εν Κόϊντ[ος] | |
Οὐηρά[ν]ιος [Φ]ίλαγρος. ἐὰν δέ τινες γυμνα- | |
5 | σιαρχῆσα[ι θ]ελήσωσιν ἐκ τῶ[ν] ἰδίων ἀναλω- |
μάτων, τὴν πρόσοδον τῶν τεσσαράκον- | |
τα μυ[ρ]ιάδων πρασσέτω [ὁ] δῆμος μετὰ τῶν | |
γυμνασιάρχ[ω]ν καὶ ἐ[ξ] αὐτῆς ἀ[γ]οραζέτω | |
κτήσεις σειτο[φ]όρους, εἰς ἄλλο δὲ μ[η]- | |
10 | δὲν [ἐ]ξ[έστ]ω καταχρῆσθαι τῆι προσόδ[ω]ι |
[τα]ύτ[η]ι, ὡς [πε]ρὶ τούτου τῶι αὐτοκράτ[ο]- | |
ρι καὶ τῆι συνκλήτωι [λ]ό[γ]ου ἀπο[δ]οθ[η]σομέ[νου]· | |
[τὰς δ]ὲ [κτή]σεις κ[α]λεῖσ[θ]αι ταύτας γυμνασ- | |
[ιαρ]χικὰς Φι[λαγ]ρ[ι]ανάς. |