[ ]
Lycia (Kibyr.) — Kibyra (Gölhisar--Horzum) — Flavian — CIG 4380a,p.1167; LBW 1213,A — Reisen II 186,242/242a — IGR 4.915,a
1 | [Κιβυρ]ατῶν δῆμος, ἡ ΣΠΛΟΥ {²⁷Σ[ίμου]?}²⁷ Πανκράτου φυλὴ ἐτείμησεν |
Κοίντον Οὐηρ[άνιον Τρωίλ]ου υἱὸν Κλουστουμείνα | |
Φίλαγρον #⁵⁶ [ἱερέα Ἀρ]ετῆς, #⁵⁶ γυμνασίαρχον ἐπὶ ἔτη | |
δεκάδυο, [#⁵⁶] ἃ ἐ[γυμνασ]ιάρχησεν αὐτὸς ζῶν, | |
5 | ἐχαρίσατο δὲ τῇ πόλει καὶ εἰς τὴν μετὰ ταῦτα γυμνασι- |
αρχίαν τὴν αἰώνιον μυριάδας δραχμῶν Ῥοδίων τεσ- | |
σαράκοντα, ὡς γυμνασιαρχεῖσθαι ἐκ τῶν τόκων, [#⁵⁶] | |
τὰς δὲ τεσσαράκοντα μυριάδας [μ]ένειν δανειζομέ- | |
νας τὸν πάντα χρόνον· #⁵⁶ ἡ δὲ αἰώνιος γυμνασιαρ- | |
10 | χία ἤρξατο #⁵⁶ ἔτους ἐνάτου τεσσαρακοστοῦ τῆς |
κτίσεως, [#⁵⁶] ζῶντος τοῦ Φιλάγρου, [#⁵⁶] | |
τοῦ Ῥωμαϊκοῦ [δ]ηναρίου ἰσχύοντος ἀσσάρια δεκαέξ· | |
ἡ Ῥοδία δραχμὴ τούτου τοῦ δηναρίου ἰσχύει ἐν Κιβύρᾳ | |
ἀσσάρια δέκα, ἐν ᾗ δραχμῇ Ῥοδίᾳ δέδοται ἡ δωρέα. | |
15 | [— — —]. |