[ ] Lycia (Kibyr.) — Kibyra (Gölhisar--Horzum) — Flavian — CIG 4380a,p.1167; LBW 1213,A — Reisen II 186,242/242a — IGR 4.915,a
1 [Κιβυρ]ατῶν δῆμος, ἡ ΣΠΛΟΥ {²⁷Σ[ίμου]?}²⁷ Πανκράτου φυλὴ ἐτείμησεν
Κοίντον Οὐηρ[άνιον Τρωίλ]ου υἱὸν Κλουστουμείνα
Φίλαγρον #⁵⁶ [ἱερέα Ἀρ]ετῆς, #⁵⁶ γυμνασίαρχον ἐπὶ ἔτη
δεκάδυο, [#⁵⁶] ἃ ἐ[γυμνασ]ιάρχησεν αὐτὸς ζῶν,
5 ἐχαρίσατο δὲ τῇ πόλει καὶ εἰς τὴν μετὰ ταῦτα γυμνασι-
αρχίαν τὴν αἰώνιον μυριάδας δραχμῶν Ῥοδίων τεσ-
σαράκοντα, ὡς γυμνασιαρχεῖσθαι ἐκ τῶν τόκων, [#⁵⁶]
τὰς δὲ τεσσαράκοντα μυριάδας [μ]ένειν δανειζομέ-
νας τὸν πάντα χρόνον· #⁵⁶ ἡ δὲ αἰώνιος γυμνασιαρ-
10 χία ἤρξατο #⁵⁶ ἔτους ἐνάτου τεσσαρακοστοῦ τῆς
κτίσεως, [#⁵⁶] ζῶντος τοῦ Φιλάγρου, [#⁵⁶]
τοῦ Ῥωμαϊκοῦ [δ]ηναρίου ἰσχύοντος ἀσσάρια δεκαέξ·
ἡ Ῥοδία δραχμὴ τούτου τοῦ δηναρίου ἰσχύει ἐν Κιβύρᾳ
ἀσσάρια δέκα, ἐν ᾗ δραχμῇ Ῥοδίᾳ δέδοται ἡ δωρέα.
15 [— — —].
Search Help
Contact Us