[ ] Lycia (Kibyr.) — Kibyra (Gölhisar--Horzum) — 1st c. AD — ZPE 48.1982.267-273 — SEG 32.1306
1 [ὁ δῆμος ἐτείμησεν Κ]οΐντον Οὐηράνιον Τ̣ρωίλ̣ου υἱὸν Κλου[σ]τουμ̣[είνα]
[Φίλαγρον ἱερέα] ἀρετῆς διὰ βίου, πρεσβεύσαντα δῳρεὰν τ̣ε[τράκις ὑπὲρ τῆς πα]-
[τρίδος πρ]ὸς τοὺς Σεβαστοὺς [εἰς τὴν Ῥώ]μην καὶ περὶ μεγάλων πραγμάτων
ἐπιτυχόντα, καὶ ἐγδικήσαντα δημοσίας ὑποθέσεις πολλὰς καὶ μεγάλας
5 ἐξ ὧν ἱκανὸν ἀργύριον ἐχώρησεν εἰς τὸν [κ]τισμὸν τῆς πόλεως, καὶ δημοσίους δούλους
ἐγνεικήσαντα ἑκατὸν ἑπτὰ καὶ κτῆσιν Κομ[․․]ρα, καὶ ἱερέα γενόμενον Καί-
σαρος Σεβαστοῦ καὶ ἐπιδόντα τῇ πόλει ἐπὶ ἱκανὰ [ἔ]τη διαδόματος εἰς εὐωχίαν
Καισαρε̣ίων δραχμὰς Ῥοδίας πεντάκις μυρίας τετράκις χειλίας καὶ δανείου δέκα
μυριάδας Ῥοδίας χαρισάμενον οἷς ὁ δῆμος ἠθέλησεν, καὶ καταλύσαν-
10 τα συνῳμοσίαν μεγάλην τὰ μέγιστα λυποῦσαν τὴν πόλιν· ἃ δὲ ἦν ἀνανκαι-
ότατα τῶν ἐν ταῖς πρεσβείαις ἐπιτευχθέντων, ᾐτημένον ἀπὸ Τιβερίου Κλαυ-
δίου Καίσαρος ἀπεσκευάσθαι Τιβέριον Νεικηφόρον πράσ<σ>ο̣ντα τὴν πόλιν
καθ’ ἕκαστον ἔτος δηνάρια τρ̣ι̣σχείλια καὶ λ̣ανβάνοντα καὶ τὴν τοῦ σείτου
πρᾶξιν γείνεσθαι ἐν τῇ ἀγορᾶ̣ κατ̣ὰ̣ ζεῦ[γ]ος μοδίων ἑβδομήκοντα πέντε
15 ἐκ πάσης τῆς χώρας· ἐφ’ οἷς ἡ πόλις ἔδωκεν αὐτῷ τὰς ἀ̣ριστέως τειμάς.
Search Help
Contact Us