[ ] Lycia (Kibyr.) — Kibyra (Gölhisar--Horzum) — 1st c. AD — Ann.Inst. 24.1852.171 — IGR 4.914
1 [ὁ δήμος ἐτείμησεν Κ]οίντον Οὐ[ηρ]άνιον [Τ]ρωί[λ]ου υἱὸν Κ[λ]ου[στ]ου[μείνα]
[Φίλαγρον ἀγωνοθ]έτη[ν] διὰ [β]ίο[υ], πρεσ[β]εύσαντα δ[ω]ρεάν [τ]ε[τράκις]
[πρ]ὸς τοὺς Σεβαστοὺς [εἰς Ῥώ]μην καὶ περὶ μεγάλ[ω]ν πραγμάτω[ν]
ἐπιτυχόντα καὶ ἐγδικήσαντα δημοσίας ὑποθέσεις πολλὰς καὶ μ[εγ]άλ[ας],
5 ] ὧν [ἱ]κανὸν ἀ[ρ]γύριον ἐχώρησεν εἰς τὸν [κ]τισμὸν τῆς πόλεως καὶ δημοσίους δούλου[ς]
ἐγνει[κ]ήσαντα ἑκατὸν ἑπτὰ καὶ κτῆσιν [χώ]ρα[ς] {⁴ΚΟΜ[․․]ΡΑ}⁴, καὶ ἱερέα γε[ιν]όμενον Καί-
σαρος Σεβαστοῦ καὶ ἐ[π]ιδόντα τῇ πόλει ἐπὶ ΙΚΑΝ[․․]ΤΗ διαδ[ώ]ματος, εἰς εὐωχίαν
Καισαρ[ε]ίων, δραχμὰς Ῥοδίας πεντάκις μυρίας τετ[ρά]κις χειλίας, καὶ δανείου δέκα
μυρ[ι]άδας [Ῥ]οδίας χαρισάμενον οἷς ὁ δῆμος ἠθέλησεν, καὶ καταλύσαν-
10 τα συν[ω]μοσίαν μεγάλην τά μέγιστα λυποῦσαν τὴν πόλιν· ἃ δὲ ἦν ἀνανκαι-
ότατα τῶν ἐν ταῖς πρεσβείαις ἐπιτευχθέντων, ᾐτημένον ἀπὸ Τιβερίου Κλαυ-
δίου Καίσαρος ἀπεσκευάσθαι Τιβέριον Νεικήφορον πράσ[σο]ντα τὴ[ν] πόλιν
καθ’ ἕκαστον ἔτος δηνάρια τ[ρι]σχείλια καὶ λαμβάνοντα, καὶ τὴν τοῦ σείτου
πρᾶσιν γείνεσθαι ἐν τῇ ἀγορᾷ κα[τὰ] ζεῦ[γ]ος μοδίων ἑβδομήκοντα πέντε
15 ἐκ πάσης της χώρας, ἐφ’ οἷς ἡ πόλις ἔδωκεν αὐτῷ τὰς [ἀ]ριστέως τειμάς.
Search Help
Contact Us