[ ] JHS 34.1914.28,37
1 Αὐρήλι<ο>ς Μητρόδωρος Σε-
βάστων ἀπελεύθερος ὁριάρι<ο>ς
ζῶν φρονῶν ἑαυτῷ κατεσκεύα-
σε τὴν σωματοθήκην καὶ τῇ γυναι-
5 κὶ αὐτοῦ Αὐρηλίᾳ Κλεοπάτρᾳ Κρ̣άο̣υς
ἄλλῳ δὲ οὐδενὶ ἐξὸν ἔσται ἐνκηδευθῆ-
ναι ἐπε[ὶ δώσ]ει τῷ ἱερωτάτῳ ταμείῳ
δηνάρια ͵βφʹ.
Search Help
Contact Us