IG IV 848
[ ] Saronic Gulf — Kalauria — 197-159 BC
1 [βασιλ]ῆ  Εὐμενέα
βασιλέος Ἀττάλου
πόλις ἁ̣ τῶν Καλαυρεατᾶν
ἀνέθηκε ἀρετᾶς ἕνεκεν
5 καὶ εὐεργεσίας τᾶ̣ς εἴς τε
[τ]ὸν θεὸν καὶ αὑτὰν
καὶ τοὺς ἄλλους Ἕλλανας.
               vacat
Search Help
Contact Us