[ ] JHS 10.1889.84,40 ('28')
1 [τ]ὸ μνημεῖον κατέστησεν Ῥόδα
Συνφερούσης οἰκοῦσα ἐν Μύροις
[ἑ]αυτῇ καὶ τέκνοις αὐτῆς, καὶ οἷς
ἂν ζῶσα συνχωρήσω· ἐὰν δέ τις
5 ἕτερον ἐνκηδεύσῃ ὀφειλήσει
Μυρέων τῷ δήμῳ (δην.) φʹ· τῆς ἰσανγελί-
ας οὔσης παντὶ τῷ βουλομένῳ ἐπὶ
          τῷ ἡμίσει.
Search Help
Contact Us