[ ] JHS 6.1885.356,120
1 τάφος Ἰδάγρου τοῦ καὶ Σευ-
ήρου τοῦ Κρατέρου Ἀπερλείτου,
κατασκευασθεὶς ὑπὸ αὐτοῦ αὐτῷ
τε καὶ γυναικὶ αὐτοῦ Νάνῃ Ἑρ<μ>αγό-
5 <ρ>ου Ἀπερλείτιδι καὶ τέκνοις αὐ-
τ<ῶ>ν καὶ ἐγγόνοις καὶ οἷς ἂν αὐτοὶ
συνχωρήσωσιν. καὶ τοῦ ὑποσο-
ρίου δὲ ὡς ἂν βουλ[ηθ]ῶσιν ἕξου-
σιν τὴν ἐξουσίαν. ἄ[λλ]ῳ δὲ οὐδέ-
10 νι ἔξεσται ἐνθάψαι, [ἢ ὀ]φειλέσει
τῷ Ἀπερλειτῶν δήμῳ (δην.) β φʹ
Search Help
Contact Us