[ ] Lycia (Kibyr.) — Oinoanda (Incealiler)
1 Κλοινιζόας Ἑρμαίου Ὀνοβ[ά]-
ρου Μνανδράσεως ἀπέλυ-
σεν τῆι Μητρὶ ὀρείαι ἱεροδού-
λας Ἀκιεροῦν καὶ Ἀπιονιθεῖν
5 τὰς ἑαυτοῦ παῖδις {²sic}² καὶ ἔστω
παρὲξ Ὀπράμιος Ἀρείου τῆι
θεᾶι καὶ Κλοινιζιραῖο[ς],
καὶ μὴ ἐξέστω μηθενὶ
ἀντιποιήσασθαι αὐτοῦ
10 καθ’ {²sic}² οὐδένα τρόπον, εἰ
δὲ μὴ ἔνοχος ἔστω
τῆι Μητρὶ ὀρείαι καὶ προσ-
αποτεινέτω ἱερὰς
δραχμὰς πεντα-
15 κοσίας.
Search Help
Contact Us