[ ] Lycia (Kibyr.) — Balboura (Çolkayığı) — 198-211 AD — IGR 3.468
1 [γῆ]ς καὶ θαλάσης {²⁶θαλάσσης}²⁶ δεσπόταις Αὐτοκράτορσι Κα[ίσαρσι] Λουκίῳ Σεπτιμίῳ Σεουήρῳ Εὐσεβε[ῖ Περ]τίνακι Σεβαστῷ καὶ Μάρκῳ Αὐρηλίῳ Ἀντων[είνῳ] 〚— — —〛 Βαλβουρέων ἡ πόλις καθιέρωσεν τὸ τρίπυλον κατασκευασθὲν ἀπὸ χρημάτων τῶν
καταλειφθέντων κατὰ δ[ιαθήκην Π]ολυδεύκους Θόαντος Μηνοφίλου [καὶ σ]υντελεσθὲν ὑπὸ τῆς κληρονόμου αὐτοῦ τῆς [․․․․․] Παυλείνης, λογιστεύοντος Ἀνδροβίου τοῦ καὶ Εἰρηναίου Ἀνδροβίου πεντάκι Τλωέως.
Search Help
Contact Us