[ ]
Lycia (Kibyr.) — Balboura (Çolkayığı) — 158 AD — Oliver GC 159
1 | [Α]ὐτο[κρά]τω[ρ] Καῖσαρ, [θ]εοῦ |
Ἁδρι[α]νοῦ υἱός, θεοῦ Τραιανοῦ | |
Παρθικ[οῦ υἱ]ωνός, θεοῦ Νέρουα | |
ἔγγονος, Τ[ί]τος Αἴλιος Ἁδρια- | |
5 | νὸς [Ἀ]ντ[ω]νεῖνος Σεβαστό[ς], |
ἀρχιερε[ὺς μ]έγιστος, δημ(αρχικῆς) ἐξ(ουσίας) | |
τὸ καʹ, αὐτοκράτ[ω]ρ τὸ βʹ, ὕπατος | |
τὸ δʹ, π(ατὴρ) π(ατρίδος), Β[α]λβουρέ[ω]ν τοῖς | |
ἄρχουσι καὶ τῇ βουλῇ καὶ τῷ | |
10 | δήμῳ χαίρειν. |
τὴν φιλοτειμίαν ἣν ἐπιδέδει- | |
κται πρὸς ὑμᾶς Μελέαγρος | |
Κάστορος [ἐπῄν]ε̣σ̣α̣ [․․․]ντ̣Λ̣[․․․] | |
[․․․ ἀγῶνα γυμνικ]ὸν μουσικόν [τε] | |
15 | ἐ̣ν τῇ̣ [ὑμετ]έ̣ρ̣ᾳ̣ πόλει· ἔστω̣ δ[ὲ] |
π̣ά̣[ν]τα εἰ[ς τὸν ἀ]εὶ κύρια τὰ ἐπὶ τ̣ῇ̣ | |
ἐπιτελ[εί]ᾳ̣ αὐτοῦ ὁρισθέν- | |
τα, ἐπεὶ καὶ ὑπὸ τοῦ θεοῦ πατρός | |
μου Τερμησσεῦσι συνεχωρή- | |
20 | θη τοῦτο ἐφ’ ὁμοίας ὑποσχέ- |
σεος ἣν καὶ ὑμεῖς τῷ ψηφίσ- | |
ματι ἐνεγράψατε. {²vac.}² | |
[εὐτ]υχεῖτε. |