[ ]
Lycia — Kyaneai (Yavu) — 2nd c. BC
1 | ο․․․․․․․․ |
τε ἑκαστο ․․․․․․․․․․ | |
ι ἀγομένους ․․․․․․․․․․․ | |
[․․․․․․․․․․․․․․․․․ ἀργυρί]ου δραχμὰς ἑξακισχιλίας ․․․․ν․ λιθινη ․ καινο․ | |
5 | [․․․․․․․․ τύχηι ἀγαθῆ]ι δεδόχθαι ἐπαινέσαι Ἀντίχαριν Ἀμύντο[υ] Πινα(ρέα) |
[καὶ στεφανῶσαι αὐτὸν κ]αὶ στῆσαι αὐτοῦ ἐν τῶι τοῦ Ἀπόλλωνος ἱερῶι εἰκόν[α] | |
[χαλκῆν· τελεῖν δὲ τὴ]ν τελετὴν συ[μ]πομπευόντων καὶ τῶν ἐφήβων κ[αὶ] | |
[θύοντος τοῦ γυμνασι]άρχου βοῦν ἐπὶ τοῦ βω[μ]οῦ τοῦ ἀνατεθ[η]σομένου, τ[οῦ] | |
[δὲ κήρυκος ἐν τοῖς παρ]οῦσιν καλοῦντος Ἀντίχαριν Ἀμ[ύ]ντ[ο]υ εἰς προεδρία[ν] | |
10 | [ἐν τοῖς ἀγῶσι τοῖς ἀ]νδρῶν, ὁμοίως δὲ καὶ ἀκοντιστ[ῶν] καὶ τοξ[ο]τῶν καὶ [π]ε[λ]- |
[ταστῶν. ὧν δὲ θυσιῶ]ν προγέγραπται, ἐπιμελὲς γ[ενέσ]θω τῶι κατ’ ἐνιαυτ[ὸν] | |
[ἱερεῖ θύεσθαι καὶ Ἑ]ρμῆ καὶ Ἡρακλῆ, καὶ [π]ρ[ο]σαποτινέτωσαν Ἀντιχάρ[ιδι] | |
[․․․․․․․ μηδένα δ]ὲ κατὰ τοῦδε τοῦ ψηφίσματος ἐπι[ψηφί]σασθαι μήτε [εἰ]- | |
[πεῖν, ἢ αὐτὸς πρακτὸ]ς ἔστω εἰς τοὺς προγεγραμμένους θεοὺς καὶ τ[ὰ ὑπάρ]- | |
15 | [χοντα αὐτῶι· εἶναι δὲ τ]οῖς ἀγχιστεῦσιν [α]ὐτοῦ ἐπίτιμον καθάπερ ἐγ δί[κης]. |
[τὴν δὲ εἰκόνα αὐτοῦ ὁ ε]ἰσιὼν γυμνασίαρχος καὶ τα[μία]ς συντελείτωσα[ν ἐπι]- | |
[γράψαντες· Κυανειτ]ῶν οἱ νέοι Ἀντίχαριν [Ἀμ]ύντου [ἄν]δρα ἀγαθὸν γενό[με]- | |
[νον ἐτίμησαν πρ]οεδρίαι ἐν τοῖς ἀγῶσιν, χρυσῶι στεφάνωι, εἰκό[νι χαλ]- | |
[κῆι, ἀμειβόμενοι Ἀν]τιχάριδι Ἀμύντου τῶι ἑαυτῶν εὐεργέτηι ․α․ε․․․ | |
20 | [․․․․․․․․․․․․․․ τα]ῖς καταξίαις τιμ[αῖ]ς ․․․․․․․․ε․․․υ․․․․․ |
․․․․․․․․․․․․․․ τῆς ἐξέδρας τ[ῆ]ς ἐν τῶι γυμνασίωι ἐν στήληι | |
[λιθίνηι ․․․․․․․․]ασ․․․․γε․․․ς του․․․․․․․ ἐπηγγείλ[α]το. |