[ ] Lycia — Apollonia (Sahilkılınçlı)
1 τὸ μνημεῖον κατεσκεύασεν Ποσιδώνιος
Δημητρίου Ἀπερλείτης ἀπὸ Ἀπολλωνίας
αυτῶ καὶ γυναικὶ αὐτοῦ Μοσχείνη
[Δη]μ[η]τρίου Ἀπερλείτιδι ἀπὸ Ἀπολλωνίας
5 KAI\ TE/KNOIS AU)TW=N KAI\ *)EPAFRODEI/TW
τῶ ἠλευθερωμένω ὑπὸ Μοσχείνης τῆς
Ἀπερλείτιδος· ἄλλω δὲ οὐδενὶ ἐξέσται οὔτε
ἀνοῖξαι οὔτε ἐνκηδεῦσαι· ἐὰν δέ τις ἀνοίξη
ἢ θάψη, ἁμαρτωλὸς ἔστω θεοῖς χθονίοις
10 καὶ ὀφειλέτω ἱερὰς Ἀπόλλωνι Π[α]τρώω
δραχμὰς χειλίας, τῆς πράξεος {²sic}² οὔσης
παντὶ τῶ βουλομένω ἐπὶ τῶ ἡμίσι {²sic}² μ[έ]ρει.
Search Help
Contact Us