[ ]
Saronic Gulf — Kalauria — late 3rd c. BC
1 | σ[— — — — — — — — — — καὶ τᾶν θυγατέρω]- |
ν {²⁷[τῶν υἱῶ]|ν?}²⁷ Ἀρ̣ισ[τ— — καὶ — — — — — τῶι Π]- | |
οσειδᾶν[ι — — — — — — — — — — — — — — —] | |
α Εὐκλείαι̣ [— — — — — — — — — τοὺς ἐγγ(?)]- | |
5 | αίους ἀφ’ ἕω κα[τὰ — — — — — — — — — — —] |
καὶ Νικαγόρα Σωτ[— — — — — — — — — — —] | |
ίς, Λαοδίκα, Διονυσία, [— — — — — — — — κ]- | |
αὶ εἴ τινάς κα ἀφῆ<ι> ἐλευ[θέρας Ἀγασικλῆς] | |
ἢ Νικαγόρα, μετεῖμεν Δαμ̣[— — — — — — τοῦ] | |
10 | Θεαρίχου. vacat |
ἐπὶ ταμία Σωφάνεος τοῦ Πολι[— — —, μη]- | |
νὸς Γεραιστίου, ἔδοξε τοῖς πολίτ̣[αις περὶ τ]- | |
οῦ ἀργυρίου καὶ τοῦ χωρίου οὗ ἀνέθηκ̣[αν Ἀ]- | |
γασικλῆς καὶ Νικαγόρα τῶι Ποσειδᾶνι· ἐπ̣[ιμε]- | |
15 | λητὰς καταστᾶσαι δύο οἵτινες τό τε ἀργύ- |
ριον ἐκδανεισοῦντι κατὰ δραχμὰς τριάκο- | |
ντα ἐπ’ ἐνγύοις ἢ ὑποθήκαις ἀρεστοῖς τοῖ[ς] | |
ἐπιμεληταῖς καὶ τὸ χωρίον ἐκδωσοῦντι δωτ- | |
ίνας μετὰ τᾶς ἐκκλησίας κατὰ συνγραφάν, | |
20 | καὶ πράξαντες τὸ διάφορον τοῦ ἀργυρίου καὶ τὰ- |
ν δωτίναν τὰν ἐκ τοῦ χωρίου θυσοῦντι τῶι Π- | |
οσειδᾶνι ἱερεῖον τέλειον καὶ τῶι Διὶ τῶι σωτῆ- | |
ρι ἱερεῖον τέλειον, βωμὸν ἑσσάμενοι πρὸ τᾶν ε- | |
ἰκόνων αὐτῶν τᾶν ποὶ [τ]ῶι β̣ουλευτηρίωι· τὰν | |
25 | δὲ θυσίαν ποιησοῦντι, καθὼς ἐν τᾶι στάλαι γέγ- |
ραπται, κατ’ ἐνιαυτόν, καὶ τὰ λοιπὰ ἐπιμελησοῦν- | |
ται ὡς ὅτι χαριέστατα καὶ εὐθύνους εἰσοισοῦν- | |
τι τᾶι πράται ἁμέραι ἐπὶ ταῖς σπονδαῖς καὶ λόγ- | |
ον ἀποδωσοῦντι τοῖς αἱρεθεῖσιν εὐθύνοις τᾶι | |
30 | ἐπεχὲς ἁμέραι καὶ ποτομοσοῦνται τὸν Δία τὸν Σ- |
ωτῆρα, εἶ μὰν μηθὲν νοσφίζεσθαι. ἐπὶ δὲ τὰν σπ- | |
ονδὰν αἱρείσθωσαν τοὺς ἐπιμελητὰς εἰς τὸν ἐ- | |
πεχὲς ἐνιαυτὸν τᾶι πράται ἁμέραι. |