[ ] Saronic Gulf — Kalauria — late 3rd c. BC
1 σ[— — — — — — — — — — καὶ τᾶν θυγατέρω]-
ν {²⁷[τῶν υἱῶ]|ν?}²⁷ Ἀρ̣ισ[τ— — καὶ — — — — — τῶι Π]-
οσειδᾶν[ι — — — — — — — — — — — — — — —]
α Εὐκλείαι̣ [— — — — — — — — — τοὺς ἐγγ(?)]-
5 αίους ἀφ’ ἕω κα[τὰ — — — — — — — — — — —]
καὶ Νικαγόρα Σωτ[— — — — — — — — — — —]
ίς, Λαοδίκα, Διονυσία, [— — — — — — — — κ]-
αὶ εἴ τινάς κα ἀφῆ<ι> ἐλευ[θέρας Ἀγασικλῆς]
ἢ Νικαγόρα, μετεῖμεν Δαμ̣[— — — — — — τοῦ]
10 Θεαρίχου.  vacat
ἐπὶ ταμία Σωφάνεος τοῦ Πολι[— — —, μη]-
νὸς Γεραιστίου, ἔδοξε τοῖς πολίτ̣[αις περὶ τ]-
οῦ ἀργυρίου καὶ τοῦ χωρίου οὗ ἀνέθηκ̣[αν Ἀ]-
γασικλῆς καὶ Νικαγόρα τῶι Ποσειδᾶνι· ἐπ̣[ιμε]-
15 λητὰς καταστᾶσαι δύο οἵτινες τό τε ἀργύ-
ριον ἐκδανεισοῦντι κατὰ δραχμὰς τριάκο-
ντα ἐπ’ ἐνγύοις ἢ ὑποθήκαις ἀρεστοῖς τοῖ[ς]
ἐπιμεληταῖς καὶ τὸ χωρίον ἐκδωσοῦντι δωτ-
ίνας μετὰ τᾶς ἐκκλησίας κατὰ συνγραφάν,
20 καὶ πράξαντες τὸ διάφορον τοῦ ἀργυρίου καὶ τὰ-
ν δωτίναν τὰν ἐκ τοῦ χωρίου θυσοῦντι τῶι Π-
οσειδᾶνι ἱερεῖον τέλειον καὶ τῶι Διὶ τῶι σωτῆ-
ρι ἱερεῖον τέλειον, βωμὸν ἑσσάμενοι πρὸ τᾶν ε-
ἰκόνων αὐτῶν τᾶν ποὶ [τ]ῶι β̣ουλευτηρίωι· τὰν
25 δὲ θυσίαν ποιησοῦντι, καθὼς ἐν τᾶι στάλαι γέγ-
ραπται, κατ’ ἐνιαυτόν, καὶ τὰ λοιπὰ ἐπιμελησοῦν-
ται ὡς ὅτι χαριέστατα καὶ εὐθύνους εἰσοισοῦν-
τι τᾶι πράται ἁμέραι ἐπὶ ταῖς σπονδαῖς καὶ λόγ-
ον ἀποδωσοῦντι τοῖς αἱρεθεῖσιν εὐθύνοις τᾶι
30 ἐπεχὲς ἁμέραι καὶ ποτομοσοῦνται τὸν Δία τὸν Σ-
ωτῆρα, εἶ μὰν μηθὲν νοσφίζεσθαι. ἐπὶ δὲ τὰν σπ-
ονδὰν αἱρείσθωσαν τοὺς ἐπιμελητὰς εἰς τὸν ἐ-
πεχὲς ἐνιαυτὸν τᾶι πράται ἁμέραι.
Search Help
Contact Us