[ ]
Lycia — Aperlai (Sıcak İskelesi) — CIG 4289; LBW 1297 — IGR 3.693
1 | Ἑρπιδασῆ ἡ καὶ Σαρπηδονὶς |
Λυσάνδρου Ἀπερλεῖτις, [γ]εγ[ο]- | |
νυ[ῖ]α ἀρχιέρεια ἐν τῷ ἔθνει, Λύ- | |
σανδρον δὶς φύσει Ὀσείου | |
5 | Ἀπερλείτην ἀπὸ Ἀπολλωνί- |
ας, ἄνδρα ἐκ τῶν πρωτευσάν- | |
των, ἐκ προγόνων ἀρξάν- | |
των καὶ ἐν τῷ Λυκίων ἔθνει | |
καὶ τῇ πατρίδι πάσας τὰς ἀ[ρ]- | |
10 | χὰς τελέσαντα καὶ δεκαπρω- |
τεύσαντα, τειμηθέντα πο[λ]- | |
λάκις ἐφ’ οἷς εὖ ἐποίησεν, ἰα- | |
[τ]ρὸν ἄριστον γενόμενον, | |
μαρτυρηθέντα ἐπὶ πάσῃ τῇ | |
15 | τοῦ βίου καλοκἀγαθίᾳ, τὸν |
ἑαυτῆς πρόπαππον μνή- | |
μης χάριν. |