[ ] Lycia — Aperlai (Sıcak İskelesi) — CIG 4289; LBW 1297 — IGR 3.693
1 Ἑρπιδασῆ ἡ καὶ Σαρπηδονὶς
Λυσάνδρου Ἀπερλεῖτις, [γ]εγ[ο]-
νυ[ῖ]α ἀρχιέρεια ἐν τῷ ἔθνει, Λύ-
σανδρον δὶς φύσει Ὀσείου
5 Ἀπερλείτην ἀπὸ Ἀπολλωνί-
ας, ἄνδρα ἐκ τῶν πρωτευσάν-
των, ἐκ προγόνων ἀρξάν-
των καὶ ἐν τῷ Λυκίων ἔθνει
καὶ τῇ πατρίδι πάσας τὰς ἀ[ρ]-
10 χὰς τελέσαντα καὶ δεκαπρω-
τεύσαντα, τειμηθέντα πο[λ]-
λάκις ἐφ’ οἷς εὖ ἐποίησεν, ἰα-
[τ]ρὸν ἄριστον γενόμενον,
μαρτυρηθέντα ἐπὶ πάσῃ τῇ
15 τοῦ βίου καλοκἀγαθίᾳ, τὸν
ἑαυτῆς πρόπαππον μνή-
μης χάριν.
Search Help
Contact Us