[ ] Lycia (Kibyr.) — Oinoanda (Incealiler) — BCH 24.1900.338,1 bott.
1 [Τ]ερμησσέων τῶν πρ[ὸς]
Οἰνοάνδοις ἡ βουλὴ καὶ [ὁ]
δῆμος καὶ ἡ γερουσία ἐτε[ί]-
μησεν εἰκόνι χαλκῇ τὴν
5 ἀξιολογωτάτην Μαρκί-
αν Αὐρηλίαν Πολύκλειαν
Μόλητος Μαυσώλου Μόλητος,
γυναῖκα τοῦ ἀξιολογωτάτου
Μάρκου Αὐρηλίου Ἀρτέμωνος
10 βʹ Ἀπολλωνίου, μεγαλοφροσύ-
νῃ διαπρέπουσαν, δωρησαμέ-
νην καὶ συστησαμένην μετὰ τοῦ
ἀνδρὸς εἰς τὸν πάντα χρόνον
καὶ αἰῶνα ἐξ οἰκείας φιλο-
15 τειμίας ἀγῶνας θυμελικόν [τε]
καὶ γυμνικὸν ἔκ τε Λυκίων πάν-
των καὶ τῆς ἀνέκαθεν συνγενί-
δος ὑπαρχούσης Τερμησσέων
τῆς Πανφυλίας καὶ τῆς Καισα-
20 ρέων Κιβυρατῶν τῆς Ἀσίας
τῶν λαμπροτάτων πόλεων,
ἀνδριάντων καὶ θεμάτων
ἆθλα θεμένην, ὁρίσασαν ἐν
τῷ χρόνῳ τῆς πανηγύρεως
25 διανομῆς· τοῖς μὲν πεντακο-
σίοις ἀνὰ (δην.) δέκα, τοῖς δὲ δημό-
ταις ἀνὰ (δην.) δύο, καὶ σεβαστο-
φόροις διενεκεῖσι καὶ <ἰ>δίᾳ τοῖς
ἐξῆς αἱρουμένοις πρὸς ἡμέρας
30 τρεῖς σεβαστοφόροις καὶ μαστει-
γοφόροις ἑκάστῳ ἡμερήσιον
(δην.) ἕν, εὐνοίας χάριν ἀμει-
ψαμένη.
Search Help
Contact Us