[ ] Lycia (Kibyr.) — Oinoanda (Incealiler) — BCH 10.1886.219,3 — IGR 3.489; OGI 566
1 Τερμησσέων τῶν π[ρὸς Οἰ]-
νοάνδοις ἡ βουλὴ [καὶ ὁ]
δῆμος καὶ ἡ γερουσί[α ἐτεί]-
μησεν ταῖς πρεπούσα[ις τει]-
5 μαῖς καὶ ἀνδριάντος ἀνασ[τάσει]
τὸν ἀξιολογώτατον Μᾶρκο[ν]
[Α]ὐρήλιον Ἀρτέμωνα δὶς Ἀπ[ο]-
[λ]λωνίου τοῦ Ἀρτέμωνος [Ἀπ]-
[ο]λλωνίου δὶς Ὀρθαγόρου, γέν[ει]
10 διαπρέποντα, ἄρξαντα πᾶσ[αν]
ἀρχὴν καὶ λειτουργίαν ἐπιφα[νῶς]
καὶ μεγαλοφρόνως, παρασχόμ[ε]-
[ν]όν τε καὶ ἐν τῇ σειτοδείᾳ ἑξῆς τ[ὰ]
[π]άντα τῶν ἐπιτηδίων {²⁶ἐπιτηδείων}²⁶ τοῖς πολ[ί]-
15 ταις εἰς εὐετηρίαν καὶ ἐν τῷ ἔθν[ει]
ἡμῶν τελέσαντα ὑποφυλακία[ν]
καὶ ἀρχιφυλακίαν καὶ τὸν καθ’ [ἅπα]-
ντα ποιοῦντα, ἄνδρα φιλόπατριν,
χαρισάμενον σὺν τῇ γυναικὶ αὐ-
20 τοῦ καὶ συστησάμενον εἰς πάντα
τὸν αἰῶνα πανήγυριν ἀγώνων
θυμελικοῦ καὶ γυμνικοῦ ἐκ πάν-
των Λυκίων, καλέσαντα καὶ τὰς
λαμπρὰς πόλεις Τερμησσὸν
25 τῆς Παμφυλίας τὴν ἀνέκαθεν
συνγενίδα καὶ τὴν Καισαρέων
Κιβυρατῶν τῆς Ἀσίας πόλιν,
ἐπὶ ἀνδριᾶσιν καὶ θέμασιν κατα-
λελοιπότα καὶ νομὰς τοῖς πο-
30 λείταις ἐν τῷ χρόνῳ τῆς πανηγ-
ύρεως, ἀ[γωνοθ]έτην διὰ βίου,
   [εὐν]οίας ἕνεκεν.
Search Help
Contact Us