[ ]
Lycia (Kibyr.) — Oinoanda (Incealiler) — BCH 10.1886.219,3 — IGR 3.489; OGI 566
1 | Τερμησσέων τῶν π[ρὸς Οἰ]- |
νοάνδοις ἡ βουλὴ [καὶ ὁ] | |
δῆμος καὶ ἡ γερουσί[α ἐτεί]- | |
μησεν ταῖς πρεπούσα[ις τει]- | |
5 | μαῖς καὶ ἀνδριάντος ἀνασ[τάσει] |
τὸν ἀξιολογώτατον Μᾶρκο[ν] | |
[Α]ὐρήλιον Ἀρτέμωνα δὶς Ἀπ[ο]- | |
[λ]λωνίου τοῦ Ἀρτέμωνος [Ἀπ]- | |
[ο]λλωνίου δὶς Ὀρθαγόρου, γέν[ει] | |
10 | διαπρέποντα, ἄρξαντα πᾶσ[αν] |
ἀρχὴν καὶ λειτουργίαν ἐπιφα[νῶς] | |
καὶ μεγαλοφρόνως, παρασχόμ[ε]- | |
[ν]όν τε καὶ ἐν τῇ σειτοδείᾳ ἑξῆς τ[ὰ] | |
[π]άντα τῶν ἐπιτηδίων {²⁶ἐπιτηδείων}²⁶ τοῖς πολ[ί]- | |
15 | ταις εἰς εὐετηρίαν καὶ ἐν τῷ ἔθν[ει] |
ἡμῶν τελέσαντα ὑποφυλακία[ν] | |
καὶ ἀρχιφυλακίαν καὶ τὸν καθ’ [ἅπα]- | |
ντα ποιοῦντα, ἄνδρα φιλόπατριν, | |
χαρισάμενον σὺν τῇ γυναικὶ αὐ- | |
20 | τοῦ καὶ συστησάμενον εἰς πάντα |
τὸν αἰῶνα πανήγυριν ἀγώνων | |
θυμελικοῦ καὶ γυμνικοῦ ἐκ πάν- | |
των Λυκίων, καλέσαντα καὶ τὰς | |
λαμπρὰς πόλεις Τερμησσὸν | |
25 | τῆς Παμφυλίας τὴν ἀνέκαθεν |
συνγενίδα καὶ τὴν Καισαρέων | |
Κιβυρατῶν τῆς Ἀσίας πόλιν, | |
ἐπὶ ἀνδριᾶσιν καὶ θέμασιν κατα- | |
λελοιπότα καὶ νομὰς τοῖς πο- | |
30 | λείταις ἐν τῷ χρόνῳ τῆς πανηγ- |
ύρεως, ἀ[γωνοθ]έτην διὰ βίου, | |
[εὐν]οίας ἕνεκεν. |