[ ]
Lycia (Kibyr.) — Kibyra (Gölhisar--Horzum) — 171 AD [15/5 or 14/3 BC] — Rob., Hell. 7.1949.241-243 cf. — IGR 4.901; Tuchelt 159,Kib.01
| 1 | ὁ δῆ[μ]ο̣ς ἐτείμησεν καὶ καθιέρωσεν̣ Κόϊ[ντον] |
| Αἰμίλιον Λέπιδον, δίκαιον ἀνθύπατον, | |
| σωτῆρα καὶ εὐεργέτην καὶ πάτρωνα τῆς πόλεως, | |
| ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης, ἐπιμεληθέν{η}τος {²⁶ἐπιμεληθέντος}²⁶ | |
| 5 | τῆς μετακομιδῆς καὶ ἀναστάσεως τοῦ ἀνδριάντος |
| κατὰ τὰ {υα} δόξαντα τῇ βουλῇ καὶ τῷ δήμῳ Μ. Κλ. | |
| Φιλοκλέους Κασιανοῦ τοῦ γραμματέως τῆς πόλεως, | |
| ἔτους ζμρʹ, μηνὸς Γορπιαίου εἰκάδι. |