[ ]
Lycia — Teimioussa (Üçağız)
1 | τὸν τάφον κατεσκευάσατο |
Ἐπαφρόδιτος Μουσαίου | |
ἑαυτῶ καὶ τῆ μητρὶ αὑτοῦ | |
Ἀρ[χ]αγάθη καὶ γυναικὶ αὑτοῦ καὶ τέκνοις | |
5 | αὑτῶν καὶ ἐνγόνοις καὶ οἷς ἂν ἐγὸ ζὸν συν- |
χωρήσω· ἐν δὲ τ[ῶ] ὑποσορί[ω] κηδευ- | |
θήσονται οἱ θρεπτοὶ ἡμῶν ἢ οἷς ἂν ἡμῖς | |
ζόντες συνχ[ω]ρήσωμεν· ἄλλω δὲ οὐ- | |
δενὶ ἐξέσται ἐνκηδεῦσαί τινα οὔτε | |
10 | ἐν τῶ μνημίω οὔτε ἐν τῶ ὑποσορίω |
ἢ ὀφειλείσει τῆ Κυανιτῶν γερουσία (δηνάρια) ͵α, | |
ὧν ὁ ἐλένξας λήνψεται τὸ ἥμισυ. | |
συνχ[ω]ρῶ δὲ καὶ τῆ θρεπτ[ῆ μ]ο[ῦ(?)] | |
Καπ[ε]τωλείνη. |