[ ]
Lycia — Myra (Kocademre): Sura — IGR 3.714
1 | ἐπιφανεστάτῳ θεῷ Σουρίῳ |
Ἀπόλλωνι Μυρέων, τῆς μητροπό- | |
λεως τοῦ Λυκίων ἔθνους, ἡ βουλὴ καὶ | |
ὁ δῆμος ἐτείμησε πάλιν καὶ ἀνδρι- | |
5 | άντι Ἀντίγονον δὶς τὸν καὶ Λυσίμα- |
χον Μυρέα, ἱερέα διὰ βίου τοῦ ἐπιφανεσ- | |
τάτου θεοῦ Σουρίου Ἀπόλλωνος, σεμνῶς | |
τὴν ἱερατεί[α]ν τοῦ [θ]εοῦ ἔ[τι] ἄγοντα, ἀρξά- | |
μενον τῆς ἱερατείας ἀπὸ ἐτῶν λʹ καὶ ἄγον- | |
10 | τα ἤδη ἔτη εἰς τὴν ἱερωσύνην κδʹ ἕως |
Ἀρχεμβρό[τ]ου τοῦ Μακεδόνος, γένεος | |
καὶ πάππων καὶ προπ[ά]ππων εὐγενεστά- | |
των, τετε<λ>εκότων τὰς ἀρχὰς πάσας καὶ | |
ἐγ δευτέρου, αὐτ[ὸν ὡ]ς ἀγωνοθετήσαντα | |
15 | πανηγύρεος τῆς ἀρχηγέτιδος θεοῦ Ἐλευ- |
θέρας, καὶ ταμιεύσαντα καὶ γραμματεύ- | |
σαντα τῆς βουλῆς καὶ τοῦ δήμου, ὑποδε- | |
ξάμενον [δὲ] τοὺς κυριακοὺς ὡς μαρτυ- | |
ρηθῆναι τὴν πόλιν ὑπὸ τῶν ἐπάρχων, | |
20 | καὶ γυμνασιαρχήσαντα τῆς σεμνο[τ]άτης |
γερουσίας [καὶ] πρυτανεύσαντα καὶ ταμ- | |
ιεύσαντα τῶν Σεβαστ[ῶ]ν ὑπὲρ τῆς εὐγε[νέ]- | |
ος γυναικὸς αὐτοῦ Πλατωνίδος τῆς καὶ | |
Λυκίας [Μ]ουσέρ[ω]τος Μυρίσσης. τὸν δ’ ἔτι | |
25 | λοιπὸν χρόνον τῆς ἱερατείας ἐπιγράψει |
αὐτὸς ἢ τὰ τέκνα καὶ ἔγγον[α α]ὐτοῦ. |