[ ]
Lycia — Kyaneai (Yavu)
1 | τὸν τάφον τοῦτον κατεσκεύασεν τόν τε ἄνω καὶ τὸν κάτω Περπένηνις ․․․․ |
Ἀππάδιος ἑαυτῶι καὶ τῆι γυναικί· καὶ μη[θ]ενὶ ἐξέστω ἀνοῖξαι τὴν σορὸν οὗ η․․․․ | |
ἐστὶν, τοῖς δὲ λοιποῖς τάφοις τοῖς τε ἄνω καὶ τοῖς κάτω χρήσονται πάν[τες] | |
οἱ συνγενεῖς· μὴ ἐξέστω δὲ ἀνοίγειν μηθενὶ ἄνευ τῆς μίνδιος, ἀλλὰ συνπαρα[ι]- | |
5 | νέτωσαν αὐτοὺς, εἰ δὲ μὴ, κύριοι ἔστωσαν κωλύοντες καὶ ζημιοῦντες αὐτούς. |