[ ] Lycia — Kyaneai (Yavu)
1 τὸ μνημεῖον κατεσκεύασεν [Ἑρ]-
μία[ς] Ἑρμοκράτου Κυανεί[της τῶ]
συντρόφω μου Ἱεροδότω Ἑρ[μοκρά]-
του καὶ τῆ μητρὶ αὐτοῦ Δημα[ι]ν[έτη καὶ]
5 τοῖς ἐκ τοῦ συντρόφου μου π[αισὶν]
Ἀρσά[π]ει καὶ Ἑρμοκράτη καὶ τοῖς αὐ]-
τῶν καὶ τῆ γενομένη γυναικὶ αὐτ[οῦ Λάλ]-
λα τῆ καὶ Δημαινέτη Ἑρμαγ[όρου· ἄλλω]
δὲ μηδενὶ ἐξέστω ἐνκηδεῦσ[αι]·
10 ἐὰν δέ τις ἐνκηδεύση, ὀ[φ]ε[ιλ]ήσει [προσ]-
[τείμ]ου τῆ Κυαν[ε]ιτῶν γερουσία (δην.) [͵αφʹ],
τῆς προσαν[γελ]ίας οὔσης [π]αν-
τὶ τῶ βουλομένω ἐπὶ τῶ ἡμίσει, ἐμοῦ
μόνον ἐξουσίαν ἔχοντ[ος τοῦ ὑ]-
15 ποσορίου.
Search Help
Contact Us