[ ] Lycia — Istlada (Hayitli)
1 τὸ μνημεῖον κατέστησεν σὺν τ[ῷ]
ἐν αὐτῷ ὑποσορίῳ Ἑρμανδόας Πλ[ά]-
τωνος εἰς ὃ κηδευθήσεται αὐτός
τε κα[ὶ ἡ] γυνὴ αὑτοὺ Ζοϊλὶς Ε․․απ#⁷
5 [κ]αὶ τὰ [τ]έκνα [α]ὐτῶν καὶ ἔνγονα καὶ τὰ
[ἐ]ξ αὐτῶν [κ]αὶ οἷς ἂν αὐτὸς συνχωρὴ-
ση ἐνγράφως· ἄλλῳ δὲ μὴ ἐξεῖναι θάψ[αι]
[ε]ἰς αὐτὰ μηδενὶ, [ἢ] ἔστω θεοῖς καταχθο-
νίοις ἁμαρτωλὸς, καὶ ἐκτείσει Μυρέων
10 τὴ γερουσία (δην.) φʹ, ἐξουσίαν ἔχον-
[τ]ος τῷ βουλομένῳ ἐπὶ τῷ ἡμίσ[ει].
Search Help
Contact Us