[ ]
Lycia — Istlada (Hayitli)
| 1 | τὸ μνημεῖον κατέστησεν σὺν τ[ῷ] |
| ἐν αὐτῷ ὑποσορίῳ Ἑρμανδόας Πλ[ά]- | |
| τωνος εἰς ὃ κηδευθήσεται αὐτός | |
| τε κα[ὶ ἡ] γυνὴ αὑτοὺ Ζοϊλὶς Ε․․απ#⁷ | |
| 5 | [κ]αὶ τὰ [τ]έκνα [α]ὐτῶν καὶ ἔνγονα καὶ τὰ |
| [ἐ]ξ αὐτῶν [κ]αὶ οἷς ἂν αὐτὸς συνχωρὴ- | |
| ση ἐνγράφως· ἄλλῳ δὲ μὴ ἐξεῖναι θάψ[αι] | |
| [ε]ἰς αὐτὰ μηδενὶ, [ἢ] ἔστω θεοῖς καταχθο- | |
| νίοις ἁμαρτωλὸς, καὶ ἐκτείσει Μυρέων | |
| 10 | τὴ γερουσία (δην.) φʹ, ἐξουσίαν ἔχον- |
| [τ]ος τῷ βουλομένῳ ἐπὶ τῷ ἡμίσ[ει]. |